Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἀποκαθιστάνων γὰρ εἰς τὰς πόλεις τοὺς παῖδας οὐ μόνον τὴν παρʼ αὐτῶν εὔνοιαν ἐπισπάσεσθαι τῶν γεννησάντων ἀλλὰ καὶ παρὰ τῶν πολλῶν, ὑπὸ τὴν ὄψιν τιθεὶς διὰ τοῦ συμβαίνοντος τὴν Καρχηδονίων πρὸς τοὺς συμμάχους αἵρεσιν καὶ μεγαλοψυχίαν.

προσδοκᾶν δʼ αὐτὸν ἐκέλευσε καὶ δώρων πλῆθος ἰδίᾳ παρὰ τῶν τὰ τέκνα κομιζομένων· παραδόξως γὰρ ἑκάστους ἐγκρατεῖς γινομένους τῶν ἀναγκαιοτάτων ἅμιλλαν ποιήσεσθαι τῆς εἰς τὸν κύριον τῶν πραγμάτων εὐεργεσίας.

παραπλήσια δὲ τούτοις ἕτερα καὶ πλείω πρὸς τὸν αὐτὸν τρόπον διαλεχθεὶς ἔπεισε τὸν Βώστορα συγκαταθέσθαι τοῖς

λεγομένοις. καὶ τότε μὲν ἐπανῆλθε, ταξάμενος ἡμέραν, ᾗ παρέσται μετὰ τῶν ἐπιτηδείων πρὸς τὴν ἀνακομιδὴν τῶν παίδων.

παραγενηθεὶς δὲ νυκτὸς ἐπὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον καὶ συμμίξας τισὶ τῶν συστρατευομένων ἐκείνοις Ἰβήρων διὰ τούτων εἰσῆλθε πρὸς τοὺς στρατηγούς.

ἐκλογιζόμενος δὲ διὰ πλειόνων τὴν ἐσομένην ὁρμὴν καὶ μετάπτωσιν πρὸς αὐτοὺς τῶν Ἰβήρων, ἐὰν ἐγκρατεῖς γένωνται τῶν ὁμήρων, ἐπηγγείλατο παραδώσειν αὐτοῖς τοὺς παῖδας.

τῶν δὲ περὶ τὸν Πόπλιον ὑπερβολῇ προθύμως δεξαμένων τὴν ἐλπίδα καὶ μεγάλας ὑπισχνουμένων δωρεάς, τότε μὲν εἰς τὴν ἰδίαν ἀπηλλάγη, συνθέμενος ἡμέραν καὶ καιρὸν καὶ τόπον, ἐν ᾧ δεήσει τοὺς ἐκδεξομένους αὐτὸν ὑπομένειν.

μετὰ δὲ ταῦτα παραλαβὼν τοὺς ἐπιτηδείους τῶν φίλων ἧκε πρὸς τὸν Βώστορα καί, παραδοθέντων αὐτῷ τῶν παίδων ἐκ τῆς Ζακάνθης, νυκτὸς ποιησάμενος τὴν ἔξοδον, ὡς θέλων λαθεῖν, παραπορευθεὶς τὸν χάρακα τῶν πολεμίων ἧκε πρὸς τὸν τεταγμένον καιρὸν καὶ τόπον καὶ πάντας ἐνεχείρισε τοὺς ὁμήρους τοῖς ἡγεμόσι τῶν Ῥωμαίων.