Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Ἀννίβας δʼ ἐπειδὴ καταπειράσας τῶν πολεμίων καὶ καταφθείρας πᾶν τὸ πεδίον ἥθροισε λείας ἄπλετον πλῆθος,

ἐγίνετο πρὸς ἀναζυγήν, βουλόμενος μὴ καταφθεῖραι τὴν λείαν, ἀλλʼ εἰς τοιοῦτον ἀπερείσασθαι τόπον, ἐν ᾧ δυνήσεται ποιήσασθαι καὶ τὴν παραχειμασίαν, ἵνα μὴ μόνον κατὰ τὸ παρὸν εὐωχίαν ἀλλὰ συνεχῶς δαψίλειαν ἔχῃ τῶν ἐπιτηδείων τὸ στρατόπεδον.

Φάβιος δὲ καὶ κατανοῶν αὐτοῦ τὴν ἐπιβολήν, ὅτι προχειρίζεται ποιεῖσθαι τὴν ἐπάνοδον ᾗπερ ἐποιήσατο καὶ τὴν εἴσοδον, καὶ θεωρῶν τοὺς τόπους στενοὺς ὄντας καὶ καθʼ ὑπερβολὴν εὐφυεῖς πρὸς ἐπίθεσιν,

ἐπʼ αὐτῆς μὲν τῆς διεκβολῆς περὶ τετρακισχιλίους ἐπέστησε, παρακαλέσας χρήσασθαι τῇ προθυμίᾳ σὺν καιρῷ μετὰ τῆς τῶν τόπων εὐφυΐας, αὐτὸς δὲ τὸ πολὺ μέρος ἔχων τῆς δυνάμεως ἐπί τινα λόφον ὑπερδέξιον πρὸ τῶν στε

νῶν κατεστρατοπέδευσε. παραγενομένων δὲ τῶν Καρχηδονίων καὶ ποιησαμένων τὴν παρεμβολὴν ἐν τοῖς ἐπιπέδοις ὑπʼ αὐτὴν τὴν παρώρειαν, τὴν μὲν λείαν αὐτῶν ἤλπισεν ἀδηρίτως περισυρεῖν, ὡς δὲ τὸ πολὺ καὶ τοῖς ὅλοις πέρας ἐπιθήσειν διὰ τὴν τῶν τόπων εὐκαιρίαν.

καὶ δὴ περὶ ταῦτα καὶ πρὸς τούτοις ἐγίνετο τοῖς διαβουλίοις, διανοούμενος πῇ καὶ πῶς χρήσεται τοῖς τόποις καὶ τίνες καὶ πόθεν πρῶτον ἐγχειρήσουσι τοῖς ὑπεναντίοις.

Ἀννίβας δέ, ταῦτα πρὸς τὴν ἐπιοῦσαν ἡμέραν παρασκευαζομένων τῶν πολεμίων, συλλογιζόμενος ἐκ τῶν εἰκότων οὐκ ἔδωκε χρόνον οὐδʼ ἀναστροφὴν ταῖς ἐπιβολαῖς αὐτῶν,

ἀνακαλεσάμενος δὲ τὸν ἐπὶ τῶν λειτουργιῶν τεταγμένον Ἀσδρούβαν παρήγγειλε λαμπάδας δεσμεύειν ἐκ τῆς ξηρᾶς καὶ παντοδαπῆς ὕλης κατὰ τάχος ὡς πλείστας καὶ τῶν ἐργατῶν βοῶν ἐκλέξαντʼ ἐκ πάσης τῆς λείας τοὺς εὐρωστοτάτους εἰς δισχιλίους ἁθροῖσαι πρὸ τῆς παρεμβολῆς.