Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
τὰ γὰρ στρατόπεδα χειμασκήσαντα βελτίω τὰ παρʼ αὑτῶν ὑπελάμβανε γενήσεσθαι, τήν τε τῶν Κελτῶν ἀθεσίαν οὐκ ἐμμενεῖν ἐν τῇ πίστει, τῶν Καρχηδονίων ἀπραγούντων καὶ τὴν ἡσυχίαν ἀναγκαζομένων ἄγειν, ἀλλὰ καινοτομήσειν τι πάλιν κατʼ ἐκείνων.
πρὸς δὲ τούτοις αὐτὸς ὑγιασθεὶς ἐκ τοῦ τραύματος ἀληθινὴν παρέξεσθαι χρείαν ἤλπιζε τοῖς κοινοῖς πράγμασιν.
διὸ καὶ τοιούτοις χρώμενος λογισμοῖς μένειν ἠξίου τὸν Τεβέριον ἐπὶ τῶν ὑποκειμένων.
ὁ δὲ προειρημένος ᾔδει μὲν ἕκαστα τούτων ἀληθινῶς λεγόμενα καὶ δεόντως, ὑπὸ δὲ τῆς φιλοδοξίας ἐλαυνόμενος καὶ καταπιστεύων τοῖς πράγμασι παραλόγως ἔσπευδεν κρῖναι διʼ αὑτοῦ τὰ ὅλα καὶ μήτε τὸν Πόπλιον δύνασθαι παρατυχεῖν τῇ μάχῃ μήτε τοὺς ἐπικαθισταμένους στρατηγοὺς φθάσαι παραλαβόντας τὴν ἀρχήν· οὗτος γὰρ ἦν ὁ χρόνος.
διόπερ οὐ τὸν τῶν πραγμάτων καιρὸν ἐκλεγόμενος ἀλλὰ τὸν ἴδιον ἔμελλε τοῦ δέοντος σφαλήσεσθαι προφανῶς.
ὁ δʼ Ἀννίβας παραπλησίους ἔχων ἐπινοίας Ποπλίῳ περὶ τῶν ἐνεστώτων κατὰ τοὐναντίον ἔσπευδε συμβαλεῖν τοῖς πολεμίοις, θέλων μὲν πρῶτον ἀκεραίοις ἀποχρήσασθαι ταῖς τῶν Κελτῶν ὁρμαῖς,
δεύτερον ἀνασκήτοις καὶ νεοσυλλόγοις συμβαλεῖν τοῖς τῶν Ῥωμαίων στρατοπέδοις, τρίτον ἀδυνατοῦντος ἔτι τοῦ Ποπλίου ποιήσασθαι τὸν κίνδυνον, τὸ δὲ μέγιστον, πράττειν τι καὶ μὴ προΐεσθαι διὰ κενῆς τὸν χρόνον.
τῷ γὰρ εἰς ἀλλοτρίαν καθέντι χώραν στρατόπεδα καὶ παραδόξοις ἐγχειροῦντι πράγμασιν εἷς τρόπος ἐστὶν οὗτος σωτηρίας, τὸ συνεχῶς καινοποιεῖν ἀεὶ τὰς τῶν συμμάχων ἐλπίδας.
Ἀννίβας μὲν οὖν εἰδὼς τὴν ἐσομένην ὁρμὴν
τοῦ Τεβερίου πρὸς τούτοις ἦν. πάλαι δὲ συνεωρακὼς μεταξὺ τῶν στρατοπέδων τόπον ἐπίπεδον μὲν καὶ ψιλόν, εὐφυῆ δὲ πρὸς ἐνέδραν διά τι ῥεῖθρον ἔχον ὀφρῦν, ἐπὶ δὲ ταύτης ἀκάνθας καὶ βάτους συνεχεῖς ἐπιπεφυκότας, ἐγίνετο πρὸς τῷ στρατηγεῖν τοὺς ὑπεναντίους.
ἔμελλεν δʼ εὐχερῶς λήσειν· οἱ γὰρ Ῥωμαῖοι πρὸς μὲν τοὺς ὑλώδεις τόπους ὑπόπτως εἶχον διὰ τὸ τοὺς Κελτοὺς ἀεὶ τιθέναι τὰς ἐνέδρας ἐν τοῖς τοιούτοις χωρίοις, τοῖς δʼ ἐπιπέδοις καὶ ψιλοῖς ἀπεπίστευον,
οὐκ εἰδότες ὅτι καὶ πρὸς τὸ λαθεῖν καὶ πρὸς τὸ μηδὲν παθεῖν τοὺς ἐνεδρεύσαντας εὐφυέστεροι τυγχάνουσιν ὄντες τῶν ὑλωδῶν διὰ τὸ δύνασθαι μὲν ἐκ πολλοῦ προορᾶν πάντα τοὺς ἐνεδρεύοντας, εἶναι δʼ ἐπιπροσθήσεις ἱκανὰς ἐν τοῖς πλείστοις τόποις.
τὸ γὰρ τυχὸν ῥεῖθρον μετὰ βραχείας ὀφρύος, ποτὲ δὲ κάλαμοι καὶ πτέρεις καί τι γένος ἀκανθῶν, οὐ μόνον πεζοὺς ἀλλὰ καὶ τοὺς ἱππεῖς ἐνίοτε δύναται κρύπτειν, ἐὰν βραχέα τις προνοηθῇ τοῦ τὰ μὲν ἐπίσημα τῶν ὅπλων ὕπτια τιθέναι πρὸς τὴν γῆν, τὰς δὲ περικεφαλαίας ὑποτιθέναι τοῖς ὅπλοις.
πλὴν ὅ γε τῶν Καρχηδονίων στρατηγὸς κοινολογηθεὶς Μάγωνι τἀδελφῷ καὶ τοῖς συνέδροις περὶ τοῦ μέλλοντος ἀγῶνος, συγκατατιθεμένων αὐτῷ πάντων ταῖς ἐπιβολαῖς,
ἅμα τῷ δειπνοποιήσασθαι τὸ στρατόπεδον ἀνακαλεσάμενος Μάγωνα τὸν ἀδελφόν, ὄντα νέον μὲν ὁρμῆς δὲ πλήρη καὶ παιδομαθῆ περὶ τὰ πολεμικά, συνέστησε τῶν ἱππέων ἄνδρας ἑκατὸν καὶ πεζοὺς τοὺς ἴσους.