Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ μὴν οὔτε τοὺς ἱππεῖς συμπεσόντας τοῖς παρʼ αὑτῶν ἱππεῦσι περὶ τὸν Ῥοδανὸν ποταμὸν ἀπαλλάξαι καλῶς, ἀλλὰ πολλοὺς ἀποβαλόντας αὑτῶν φυγεῖν αἰσχρῶς μέχρι τῆς ἰδίας παρεμβολῆς,

τόν τε στρατηγὸν αὐτῶν καὶ τὴν σύμπασαν δύναμιν ἐπιγνόντας τὴν παρουσίαν τῶν ἡμετέρων στρατιωτῶν φυγῇ παραπλησίαν ποιήσασθαι τὴν ἀποχώρησιν καὶ παρὰ τὴν αὑτῶν προαίρεσιν διὰ τὸν φόβον κεχρῆσθαι τῇ διὰ τῶν Ἄλπεων πορείᾳ.

παρεῖναι δὲ καὶ νῦν ἔφη τὸν Ἀννίβαν, κατεφθαρκότα μὲν τὸ πλεῖστον μέρος τῆς δυνάμεως, τὸ δὲ περιλειπόμενον ἀδύνατον καὶ δύσχρηστον ἔχοντα διὰ τὴν κακουχίαν, ὁμοίως δὲ καὶ τῶν ἵππων τοὺς μὲν πλείστους ἀπολωλεκότα, τοὺς δὲ λοιποὺς ἠχρειωκότα διὰ τὸ μῆκος καὶ τὴν δυσχέρειαν τῆς ὁδοῦ.

διʼ ὧν ἐπιδεικνύειν ἐπειρᾶτο διότι μόνον ἐπιφανῆναι δεῖ τοῖς πολεμίοις.

μάλιστα δʼ ἠξίου θαρρεῖν αὐτοὺς βλέποντας εἰς τὴν αὑτοῦ παρουσίαν· οὐδέποτε γὰρ ἂν ἀπολιπὼν τὸν στόλον καὶ τὰς ἐν Ἰβηρίᾳ πράξεις, ἐφʼ ἃς ἀπεστάλη, δεῦρο μετὰ τοιαύτης ἐλθεῖν σπουδῆς, εἰ μὴ καὶ λίαν ἐκ τῶν κατὰ λόγον ἑώρα τὴν πρᾶξιν ταύτην ἀναγκαίαν μὲν οὖσαν τῇ πατρίδι, πρόδηλον δʼ ἐν αὐτῇ τὴν νίκην ὑπάρχουσαν.

πάντων δὲ καὶ διὰ τὴν τοῦ λέγοντος πίστιν καὶ διὰ τὴν τῶν λεγομένων ἀλήθειαν ἐκθύμως ἐχόντων πρὸς τὸ κινδυνεύειν, ἀποδεξάμενος αὐτῶν τὴν ὁρμὴν διαφῆκε, προσπαρακαλέσας ἑτοίμους εἶναι πρὸς τὸ παραγγελλόμενον.

τῇ δὲ κατὰ πόδας ἡμέρᾳ προῆγον ἀμφότεροι παρὰ τὸν ποταμὸν ἐκ τοῦ πρὸς τὰς Ἄλπεις μέρους, ἔχοντες εὐώνυμον μὲν οἱ Ῥωμαῖοι, δεξιὸν δὲ τὸν ῥοῦν οἱ Καρχηδόνιοι.

γνόντες δὲ τῇ δευτέρᾳ διὰ τῶν προνομευόντων ὅτι σύνεγγύς εἰσιν ἀλλήλων, τότε μὲν αὐτοῦ καταστρατοπεδεύσαντες ἔμειναν.

τῇ δʼ ἐπαύριον πᾶσαν τὴν ἵππον ἀναλαβόντες ἀμφότεροι, Πόπλιος δὲ καὶ τῶν πεζῶν τοὺς ἀκοντιστάς, προῆγον διὰ τοῦ πεδίου, σπεύδοντες κατοπτεῦσαι τὰς ἀλλήλων δυνάμεις.

ἅμα δὲ τῷ πλησιάζειν αὑτοῖς καὶ συνιδεῖν τὸν κονιορτὸν ἐξαιρόμενον εὐθέως συνετάττοντο πρὸς μάχην.

ὁ μὲν οὖν Πόπλιος προθέμενος τοὺς ἀκοντιστὰς καὶ τοὺς ἅμα τούτοις Γαλατικοὺς ἱππεῖς, τοὺς δὲ λοιποὺς ἐν μετώπῳ καταστήσας προῄει βάδην.