Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

λαβόντες ἁρμόζοντα τόπον ἐν τῇ πραγματείᾳ τῷ μέρει τούτῳ, τούς τε φιλοπευστοῦντας ὁλοσχερέστερον βουλησόμεθα συνεπιστῆσαι περὶ τῶν προειρημένων,

ἐπειδὴ καὶ τὸ πλεῖον τούτου χάριν ὑπεδεξάμεθα τοὺς κινδύνους [καὶ τὰς κακοπαθείας] τοὺς συμβάντας ἡμῖν ἐν πλάνῃ τῇ κατὰ Λιβύην καὶ κατʼ Ἰβηρίαν, ἔτι δὲ Γαλατίαν καὶ τὴν ἔξωθεν ταύταις ταῖς χώραις συγκυροῦσαν θάλατταν,

ἵνα διορθωσάμενοι τὴν τῶν προγεγονότων ἄγνοιαν ἐν τούτοις γνώριμα ποιήσωμεν τοῖς Ἕλλησι καὶ ταῦτα τὰ μέρη τῆς οἰκουμένης.

νῦν δʼ ἀναδραμόντες ἐπὶ τὴν παρέκβασιν τῆς διηγήσεως πειρασόμεθα δηλοῦν τοὺς γενομένους ἐκ παρατάξεως ἐν Ἰταλίᾳ Ῥωμαίοις καὶ Καρχηδονίοις ἀγῶνας.

τὸ μὲν οὖν πλῆθος τῆς δυνάμεως, ὅπερ ἔχων Ἀννίβας ἐνέβαλεν εἰς Ἰταλίαν, ἤδη δεδηλώκαμεν.

μετὰ δὲ τὴν εἰσβολὴν καταστρατοπεδεύσας ὑπʼ αὐτὴν τὴν παρώρειαν τῶν Ἄλπεων τὰς μὲν ἀρχὰς ἀνελάμβανε τὰς δυνάμεις.

οὐ γὰρ μόνον ὑπὸ τῶν ἀναβάσεων καὶ καταβάσεων, ἔτι δὲ τραχυτήτων τῶν κατὰ τὰς ὑπερβολάς, δεινῶς τεταλαιπωρήκει τὸ σύμπαν αὐτῷ στρατόπεδον, ἀλλὰ καὶ τῇ τῶν ἐπιτηδείων σπάνει καὶ ταῖς τῶν σωμάτων ἀθεραπευσίαις κακῶς ἀπήλλαττε.

πολλοὶ δὲ καὶ καθυφεῖνθʼ ἑαυτοὺς ὁλοσχερῶς διὰ τὴν ἔνδειαν καὶ συνέχειαν τῶν πόνων. οὔτε γὰρ διακομίζειν εἰς τοσαύτας μυριάδας διὰ τοιούτων τόπων δαψιλῆ τὰ πρὸς τὴν τροφὴν οἷοί τʼ ἦσαν, ἅ τε καὶ παρεκόμιζον, ἅμα τῇ τῶν ὑποζυγίων καταφθορᾷ καὶ τούτων τὰ πλεῖστα συναπώλλυτο.

διόπερ ὁρμήσας ἀπὸ τῆς τοῦ Ῥοδανοῦ διαβάσεως, πεζοὺς μὲν εἰς ὀκτακισχιλίους καὶ τρισμυρίους ἔχων ἱππεῖς δὲ πλείους ὀκτακισχιλίων, σχεδόν που τὴν ἡμίσειαν τῆς δυνάμεως, καθάπερ ἐπάνω προεῖπον, ἐν ταῖς ὑπερβολαῖς διέφθειρεν.

οἵ γε μὴν σωθέντες καὶ ταῖς ἐπιφανείαις καὶ τῇ λοιπῇ διαθέσει διὰ τὴν συνέχειαν τῶν προειρημένων πόνων οἷον ἀποτεθηριωμένοι πάντες ἦσαν.

πολλὴν οὖν ποιούμενος πρόνοιαν Ἀννίβας τῆς ἐπιμελείας αὐτῶν ἀνεκτᾶτο καὶ τὰς ψυχὰς ἅμα καὶ τὰ σώματα τῶν ἀνδρῶν, ὁμοίως δὲ καὶ τῶν ἵππων.

μετὰ δὲ ταῦτα, προσανειληφυίας ἤδη τῆς δυνάμεως, τῶν Ταυρίνων, οἳ τυγχάνουσι πρὸς τῇ παρωρείᾳ κατοικοῦντες, στασιαζόντων μὲν πρὸς τοὺς Ἴνσομβρας ἀπιστούντων δὲ τοῖς Καρχηδονίοις,

τὸ μὲν πρῶτον αὐτοὺς εἰς φιλίαν προυκαλεῖτο καὶ συμμαχίαν· οὐχ ὑπακουόντων δὲ περιστρατοπεδεύσας τὴν βαρυτάτην πόλιν ἐν τρισὶν ἡμέραις ἐξεπολιόρκησεν.

κατασφάξας δὲ τοὺς ἐναντιωθέντας αὐτῷ τοιοῦτον ἐνειργάσατο φόβον τοῖς σύνεγγυς κατοικοῦσιν τῶν βαρβάρων ὥστε πάντας ἐκ χειρὸς παραγίνεσθαι, διδόντας αὑτοὺς εἰς τὴν πίστιν.