Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὐ μὴν ἀλλὰ ταύτην μὲν ὑπέφερον τὴν ταλαιπωρίαν, ἅτε συνήθεις ὄντες ἤδη τοῖς τοιούτοις κακοῖς·

ἅμα δὲ τῷ παραγενέσθαι πρὸς τοιοῦτον τόπον, ὃν οὔτε τοῖς θηρίοις οὔτε τοῖς ὑποζυγίοις δυνατὸν ἦν παρελθεῖν διὰ τὴν στενότητα, σχεδὸν ἐπὶ τρίʼ ἡμιστάδια τῆς ἀπορρῶγος καὶ πρὸ τοῦ μὲν οὔσης, τότε δὲ καὶ μᾶλλον ἔτι προσφάτως ἀπερρωγυίας, ἐνταῦθα πάλιν ἀθυμῆσαι καὶ διατραπῆναι συνέβη τὸ πλῆθος.

τὸ μὲν οὖν πρῶτον ἐπεβάλετο περιελθεῖν τὰς δυσχωρίας ὁ τῶν Καρχηδονίων στρατηγός· ἐπιγενομένης δὲ χιόνος καὶ ταύτην ἀδύνατον ποιούσης τὴν πορείαν,

ἀπέστη τῆς ἐπιβολῆς. τὸ γὰρ συμβαῖνον ἴδιον ἦν καὶ παρηλλαγμένον. ἐπὶ γὰρ τὴν προϋπάρχουσαν χιόνα καὶ διαμεμενηκυῖαν ἐκ τοῦ πρότερον χειμῶνος ἄρτι τῆς ἐπʼ ἔτους πεπτωκυίας, ταύτην μὲν εὐδιάκοπτον εἶναι συνέβαινε καὶ διὰ τὸ πρόσφατον οὖσαν ἁπαλὴν ὑπάρχειν καὶ διὰ τὸ μηδέπω βάθος ἔχειν.

ὁπότε δὲ ταύτην διαπατήσαντες ἐπὶ τὴν ὑποκάτω καὶ συνεστηκυῖαν ἐπιβαῖεν, οὐκέτι διέκοπτον, ἀλλʼ ἐπέπλεον ὀλισθάνοντες ἀμφοτέροις ἅμα τοῖς ποσί, καθάπερ ἐπὶ τῇ γῇ συμβαίνει τοῖς διὰ τῶν ἀκροπήλων πορευομένοις.

τὸ δὲ συνεξακολουθοῦν τούτοις ἔτι δυσχερέστερον ὑπῆρχεν.

οἱ μὲν γὰρ ἄνδρες οὐ δυνάμενοι τὴν κάτω χιόνα διακόπτειν, ὁπότε πεσόντες βουληθεῖεν ἢ τοῖς γόνασιν ἢ ταῖς χερσὶ προσεξερείσασθαι πρὸς τὴν ἐξανάστασιν, τότε καὶ μᾶλλον ἐπέπλεον ἅμα πᾶσι τοῖς ἐρείσμασιν, ἐπὶ πολὺ καταφερῶν ὄντων τῶν χωρίων·

τὰ δʼ ὑποζύγια διέκοπτεν, ὅτε πέσοι, τὴν κάτω χιόνα κατὰ τὴν διανάστασιν, διακόψαντα δʼ ἔμενε μετὰ τῶν φορτίων οἷον καταπεπηγότα διά τε τὸ βάρος καὶ διὰ τὸ πῆγμα τῆς προϋπαρχούσης χιόνος.

ὅθεν ἀποστὰς τῆς τοιαύτης ἐλπίδος ἐστρατοπέδευσε περὶ τὴν ῥάχιν, διαμησάμενος τὴν ἐπʼ αὐτῇ χιόνα, καὶ μετὰ ταῦτα παραστήσας τὰ πλήθη τὸν κρημνὸν ἐξῳκοδόμει μετὰ πολλῆς ταλαιπωρίας.