Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐπεὶ δʼ ἐπὶ τὰς τελευταίας ἐπέστησαν σχεδίας, διακόψαντες τοὺς δεσμούς, οἷς προσήρτηντο πρὸς τὰς ἄλλας, καὶ τοῖς λέμβοις ἐπισπασάμενοι τὰ ῥύματα ταχέως ἀπέσπασαν ἀπὸ τοῦ χώματος τά τε θηρία καὶ τὰς ὑπʼ αὐτοῖς σχεδίας.

οὗ γενομένου διαταραχθέντα τὰ ζῷα κατὰ μὲν τὰς ἀρχὰς ἐστρέφετο καὶ κατὰ πάντα τόπον ὥρμα· περιεχόμενα δὲ πανταχόθεν ὑπὸ τοῦ ῥεύματος ἀπεδειλία καὶ μένειν ἠναγκάζετο κατὰ χώραν.

καὶ τοιούτῳ δὴ τρόπῳ προσαρμοζομένων ἀεὶ σχεδιῶν δυεῖν, τὰ πλεῖστα τῶν θηρίων ἐπὶ τούτων διεκομίσθη,

τινὰ δὲ κατὰ μέσον τὸν πόρον ἀπέρριψεν εἰς τὸν ποταμὸν αὑτὰ διὰ τὸν φόβον· ὧν τοὺς μὲν Ἰνδοὺς ἀπολέσθαι συνέβη πάντας, τοὺς δʼ ἐλέφαντας διασωθῆναι.

διὰ γὰρ τὴν δύναμιν καὶ τὸ μέγεθος τῶν προβοσκίδων ἐξαίροντες ταύτας ὑπὲρ τὸ ὑγρὸν καὶ διαπνέοντες, ἅμα δʼ ἐκφυσῶντες πᾶν τὸ παρεμπῖπτον ἀντέσχον, τὸ πολὺ καθʼ ὕδατος ὀρθοὶ ποιούμενοι τὴν πορείαν.

περαιωθέντων δὲ τῶν θηρίων, ἀναλαβὼν Ἀννίβας τοὺς ἐλέφαντας καὶ τοὺς ἱππεῖς προῆγε τούτοις ἀπουραγῶν παρὰ τὸν ποταμὸν ἀπὸ θαλάττης ὡς ἐπὶ τὴν ἕω, ποιούμενος τὴν πορείαν ὡς εἰς τὴν μεσόγαιον τῆς Εὐρώπης.

ὁ δὲ Ῥοδανὸς ἔχει τὰς μὲν πηγὰς ὑπὲρ τὸν Ἀδριατικὸν μυχὸν πρὸς τὴν ἑσπέραν νευούσας, ἐν τοῖς ἀποκλίνουσι μέρεσι τῶν Ἄλπεων ὡς πρὸς τὰς ἄρκτους, ῥεῖ δὲ πρὸς [τὰς] δύσεις χειμερινάς, ἐκβάλλει δʼ εἰς τὸ Σαρδῷον πέλαγος.

φέρεται δʼ ἐπὶ πολὺ διʼ αὐλῶνος, οὗ πρὸς μὲν τὰς ἄρκτους Ἄρδυες Κελτοὶ κατοικοῦσι, τὴν δʼ ἀπὸ μεσημβρίας αὐτοῦ πλευρὰν ὁρίζουσι πᾶσαν αἱ πρὸς ἄρκτον κεκλιμέναι τῶν Ἄλπεων παρώρειαι. τὰ δὲ πεδία τὰ περὶ τὸν Πάδον,

ὑπὲρ ὧν ἡμῖν εἴρηται διὰ πλειόνων, ἀπὸ τοῦ κατὰ τὸν Ῥοδανὸν αὐλῶνος διαζευγνύουσιν αἱ τῶν προειρημένων ὀρῶν ἀκρώρειαι, λαμβάνουσαι τὴν ἀρχὴν ἀπὸ Μασσαλίας ἕως ἐπὶ τὸν τοῦ παντὸς Ἀδρίου μυχόν·

ἃς τόθʼ ὑπεράρας Ἀννίβας ἀπὸ τῶν κατὰ τὸν Ῥοδανὸν τόπων ἐνέβαλεν εἰς Ἰταλίαν.

ἔνιοι δὲ τῶν γεγραφότων περὶ τῆς ὑπερβολῆς ταύτης, βουλόμενοι τοὺς ἀναγινώσκοντας ἐκπλήττειν τῇ περὶ τῶν προειρημένων τόπων παραδοξολογίᾳ, λανθάνουσιν ἐμπίπτοντες εἰς δύο τὰ πάσης ἱστορίας ἀλλοτριώτατα· καὶ γὰρ ψευδολογεῖν καὶ μαχόμενα γράφειν αὑτοῖς ἀναγκάζονται.

ἅμα μὲν γὰρ τὸν Ἀννίβαν ἀμίμητόν τινα παρεισάγοντες στρατηγὸν καὶ τόλμῃ καὶ προνοίᾳ τοῦτον ὁμολογουμένως ἀποδεικνύουσιν ἡμῖν ἀλογιστότατον,

ἅμα δὲ καταστροφὴν οὐ δυνάμενοι λαμβάνειν οὐδʼ ἔξοδον τοῦ ψεύδους θεοὺς καὶ θεῶν παῖδας εἰς πραγματικὴν ἱστορίαν παρεισάγουσιν.