Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἡ διακομιδὴ τῶν θηρίων τοιαύτη τις. πήξαντες σχεδίας καὶ πλείους ἀραρότως, τούτων δύο πρὸς ἀλλήλας ζεύξαντες βιαίως ἤρεισαν ἀμφοτέρας εἰς τὴν γῆν κατὰ τὴν ἔμβασιν τοῦ ποταμοῦ, πλάτος ἐχούσας τὸ συναμφότερον ὡς πεντήκοντα πόδας.

ταύταις δὲ συζευγνύντες ἄλλας ἐκ τῶν ἐκτὸς προσήρμοζον, προτείνοντες τὴν κατασκευὴν τοῦ ζεύγματος εἰς τὸν πόρον.

τὴν δʼ ἀπὸ τοῦ ῥεύματος πλευρὰν ἠσφαλίζοντο τοῖς ἐκ τῆς γῆς ἐπιγύοις, εἰς τὰ περὶ τὸ χεῖλος πεφυκότα τῶν δένδρων ἐνάπτοντες, πρὸς τὸ συμμένειν καὶ μὴ παρωθεῖσθαι τὸ ὅλον ἔργον κατὰ τοῦ ποταμοῦ.

ποιήσαντες δὲ πρὸς δύο πλέθρα τῷ μήκει τὸ πᾶν ζεῦγμα τῆς προβολῆς, μετὰ ταῦτα δύο πεπηγυίας σχεδίας διαφερόντως [τὰς μεγίστας] προσέβαλον ταῖς ἐσχάταις, πρὸς αὑτὰς μὲν βιαίως δεδεμένας, πρὸς δὲ τὰς ἄλλας οὕτως ὥστʼ εὐδιακόπους αὐτῶν εἶναι τοὺς δεσμούς. ῥύματα δὲ καὶ πλείω ταύταις ἐνῆψαν,

οἷς ἔμελλον οἱ λέμβοι ῥυμουλκοῦντες οὐκ ἐάσειν φέρεσθαι κατὰ ποταμοῦ, βίᾳ δὲ πρὸς τὸν ῥοῦν κατέχοντες παρακομιεῖν καὶ περαιώσειν ἐπὶ τούτων τὰ θηρία.

μετὰ δὲ ταῦτα χοῦν ἔφερον ἐπὶ πάσας πολύν, ἕως ἐπιβάλλοντες ἐξωμοίωσαν, ὁμαλὴν καὶ σύγχρουν ποιοῦντες τῇ διὰ τῆς χέρσου φερούσῃ πρὸς τὴν διάβασιν ὁδῷ.