Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

λυθείσης δὲ τῆς ἐκκλησίας ἧκον τῶν Νομάδων οἱ προαποσταλέντες ἐπὶ τὴν κατασκοπήν, τοὺς μὲν πλείστους αὑτῶν ἀπολωλεκότες, οἱ δὲ λοιποὶ προτροπάδην πεφευγότες.

συμπεσόντες γὰρ οὐ μακρὰν ἀπὸ τῆς ἰδίας στρατοπεδείας τοῖς τῶν Ῥωμαίων ἱππεῦσι τοῖς ἐπὶ τὴν αὐτὴν χρείαν ἐξαπεσταλμένοις ὑπὸ τοῦ Ποπλίου τοιαύτην ἐποιήσαντο φιλοτιμίαν ἀμφότεροι κατὰ τὴν συμπλοκὴν ὥστε τῶν Ῥωμαίων καὶ Κελτῶν εἰς ἑκατὸν ἱππεῖς καὶ τετταράκοντα διαφθαρῆναι, τῶν δὲ Νομάδων ὑπὲρ τοὺς διακοσίους.

γενομένων δὲ τούτων οἱ Ῥωμαῖοι συνεγγίσαντες κατὰ τὸ δίωγμα τῷ τῶν Καρχηδονίων χάρακι καὶ κατοπτεύσαντες αὖθις ἐξ ὑποστροφῆς ἠπείγοντο, διασαφήσοντες τῷ στρατηγῷ τὴν παρουσίαν τῶν πολεμίων· ἀφικόμενοι δʼ εἰς τὴν παρεμβολὴν ἀνήγγειλαν.

Πόπλιος δὲ παραυτίκα τὴν ἀποσκευὴν ἀναθέμενος ἐπὶ τὰς ναῦς ἀνέζευξε παντὶ τῷ στρατεύματι καὶ προῆγε παρὰ τὸν ποταμόν, σπεύδων συμμῖξαι τοῖς ὑπεναντίοις.

Ἀννίβας δὲ τῇ κατὰ πόδας ἡμέρᾳ τῆς ἐκκλησίας ἅμα τῷ φωτὶ τοὺς μὲν ἱππεῖς προέθετο πάντας ὡς πρὸς θάλατταν, ἐφεδρείας ἔχοντας τάξιν, τὴν δὲ τῶν πεζῶν ἐκίνει δύναμιν ἐκ τοῦ χάρακος εἰς πορείαν.

αὐτὸς δὲ τοὺς ἐλέφαντας ἐξεδέχετο καὶ τοὺς ἅμα τούτοις ἀπολελειμμένους ἄνδρας. ἐγένετο δʼ

ἡ διακομιδὴ τῶν θηρίων τοιαύτη τις. πήξαντες σχεδίας καὶ πλείους ἀραρότως, τούτων δύο πρὸς ἀλλήλας ζεύξαντες βιαίως ἤρεισαν ἀμφοτέρας εἰς τὴν γῆν κατὰ τὴν ἔμβασιν τοῦ ποταμοῦ, πλάτος ἐχούσας τὸ συναμφότερον ὡς πεντήκοντα πόδας.

ταύταις δὲ συζευγνύντες ἄλλας ἐκ τῶν ἐκτὸς προσήρμοζον, προτείνοντες τὴν κατασκευὴν τοῦ ζεύγματος εἰς τὸν πόρον.

τὴν δʼ ἀπὸ τοῦ ῥεύματος πλευρὰν ἠσφαλίζοντο τοῖς ἐκ τῆς γῆς ἐπιγύοις, εἰς τὰ περὶ τὸ χεῖλος πεφυκότα τῶν δένδρων ἐνάπτοντες, πρὸς τὸ συμμένειν καὶ μὴ παρωθεῖσθαι τὸ ὅλον ἔργον κατὰ τοῦ ποταμοῦ.