Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πῶς δʼ ἂν εὐδοκούμενος τοῖς ὑποκειμένοις τοὺς βεβαιώσοντας τὴν αὐτοῦ προαίρεσιν καὶ διαφυλάξοντας τὴν κατάστασιν παροξύναι δικαίως, εἰ μηδὲν εἰδείη τῆς τῶν προγεγονότων περὶ ἑκάστους ὑπομνήσεως;

πρὸς μὲν γὰρ τὸ παρὸν ἀεί πως ἁρμοζόμενοι καὶ συνυποκρινόμενοι τοιαῦτα καὶ λέγουσι καὶ πράττουσι πάντες ὥστε δυσθεώρητον εἶναι τὴν ἑκάστου προαίρεσιν καὶ λίαν ἐν πολλοῖς ἐπισκοτεῖσθαι τὴν ἀλήθειαν.

τὰ δὲ παρεληλυθότα τῶν ἔργων, ἐξ αὐτῶν τῶν πραγμάτων λαμβάνοντα τὴν δοκιμασίαν, ἀληθινῶς ἐμφαίνει τὰς ἑκάστων αἱρέσεις καὶ διαλήψεις καὶ δηλοῖ παρʼ οἷς μὲν χάριν, εὐεργεσίαν, βοήθειαν ἡμῖν ὑπάρχουσαν, παρʼ οἷς δὲ τἀναντία τούτων.

ἐξ ὧν καὶ τὸν ἐλεήσοντα καὶ τὸν συνοργιούμενον, ἔτι δὲ τὸν δικαιώσοντα, πολλάκις καὶ ἐπὶ πολλῶν εὑρεῖν ἔστιν.

ἅπερ ἔχει μεγίστας ἐπικουρίας καὶ κοινῇ καὶ κατʼ ἰδίαν πρὸς τὸν ἀνθρώπινον βίον.

διόπερ οὐχ οὕτως ἐστὶ φροντιστέον τῆς αὐτῶν τῶν πράξεων ἐξηγήσεως οὔτε τοῖς γράφουσιν οὔτε τοῖς ἀναγινώσκουσιν τὰς ἱστορίας, ὡς τῶν πρότερον καὶ τῶν ἅμα καὶ τῶν ἐπιγινομένων τοῖς ἔργοις.

ἱστορίας γὰρ ἐὰν ἀφέλῃ τις τὸ διὰ τί καὶ πῶς καὶ τίνος χάριν ἐπράχθη τὸ πραχθὲν καὶ πότερον εὔλογον ἔσχε τὸ τέλος, τὸ καταλειπόμενον αὐτῆς ἀγώνισμα μὲν μάθημα δʼ οὐ γίνεται,

καὶ παραυτίκα μὲν τέρπει, πρὸς δὲ τὸ μέλλον οὐδὲν ὠφελεῖ τὸ παράπαν.

ἧι καὶ τοὺς ὑπολαμβάνοντας δύσκτητον εἶναι καὶ δυσανάγνωστον τὴν ἡμετέραν πραγματείαν διὰ τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν βύβλων ἀγνοεῖν νομιστέον.

πόσῳ γὰρ ῥᾷόν ἐστι καὶ κτήσασθαι καὶ διαναγνῶναι βύβλους τετταράκοντα καθαπερανεὶ κατὰ μίτον ἐξυφασμένας καὶ παρακολουθῆσαι σαφῶς ταῖς μὲν κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν καὶ Λιβύην πράξεσιν ἀπὸ τῶν κατὰ Πύρρον [καὶ Τίμαιον συγγραφέων καὶ καιρῶν ἐξηγήσεως] εἰς τὴν Καρχηδόνος ἅλωσιν,

ταῖς δὲ κατὰ τὴν ἄλλην οἰκουμένην ἀπὸ τῆς Κλεομένους τοῦ Σπαρτιάτου φυγῆς κατὰ τὸ συνεχὲς μέχρι τῆς Ἀχαιῶν καὶ Ῥωμαίων περὶ τὸν Ἰσθμὸν παρατάξεως, ἢ τὰς τῶν κατὰ μέρος γραφόντων συντάξεις ἀναγινώσκειν ἢ κτᾶσθαι;

χωρὶς γὰρ τοῦ πολλαπλασίους αὐτὰς ὑπάρχειν τῶν ἡμετέρων ὑπομνημάτων, οὐδὲ καταλαβεῖν ἐξ αὐτῶν βεβαίως οὐδὲν οἷόν τε τοὺς ἀναγινώσκοντας, πρῶτον μὲν διὰ τὸ τοὺς πλείστους μὴ ταὐτὰ περὶ τῶν αὐτῶν γράφειν,

εἶτα διὰ τὸ τὰς καταλλήλους τῶν πράξεων παραλείπειν, ὧν ἐκ παραθέσεως συνθεωρουμένων καὶ συγκρινομένων ἀλλοιοτέρας ἕκαστα τυγχάνει δοκιμασίας τῆς κατὰ μέρος διαλήψεως, τῶν δὲ κυριωτάτων μηδὲ ψαύειν αὐτοὺς δύνασθαι τὸ παράπαν.

ἀκμὴν γάρ φαμεν ἀναγκαιότατα μέρη τῆς ἱστορίας εἶναι τά τʼ ἐπιγινόμενα τοῖς ἔργοις καὶ τὰ παρεπόμενα καὶ μάλιστα τὰ περὶ τὰς αἰτίας.

θεωροῦμεν δὲ τὸν μὲν Ἀντιοχικὸν πόλεμον ἐκ τοῦ Φιλιππικοῦ τὰς ἀφορμὰς εἰληφότα, τὸν δὲ Φιλιππικὸν ἐκ τοῦ κατʼ Ἀννίβαν, τὸν δʼ Ἀννιβιακὸν ἐκ τοῦ περὶ Σικελίαν, τὰ δὲ μεταξὺ τούτων πολλὰς καὶ ποικίλας ἐσχηκότα διαθέσεις, πάσας δὲ συννευούσας πρὸς τὴν αὐτὴν ὑπόθεσιν.

ταῦτα δὴ πάντα διὰ μὲν τῶν γραφόντων καθόλου δυνατὸν ἐπιγνῶναι καὶ μαθεῖν, διὰ δὲ τῶν τοὺς πολέμους αὐτούς, οἷον τὸν Περσικὸν ἢ τὸν Φιλιππικόν, ἀδύνατον,

εἰ μὴ καὶ τὰς παρατάξεις τις ἀναγινώσκων αὐτὰς ἐξ ὧν ἐκεῖνοι γράφουσιν ὑπολαμβάνει σαφῶς ἐπεγνωκέναι καὶ τὴν τοῦ πολέμου τοῦ σύμπαντος οἰκονομίαν καὶ διάθεσιν.

ἀλλʼ οὐκ ἔστι τούτων οὐδέν, ἀλλʼ ὅσῳ διαφέρει τὸ μαθεῖν τοῦ μόνον ἀκοῦσαι, τοσούτῳ καὶ τὴν ἡμετέραν ἱστορίαν ὑπολαμβάνω διαφέρειν τῶν ἐπὶ μέρους συντάξεων.