Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἔνιοι δὲ τῶν ἀκρίτως τὰ τοιαῦτα θεωμένων τάχʼ ἂν φήσαιεν ἡμᾶς οὐκ ἀναγκαίως ἐπὶ πλεῖον ἐξακριβοῦν τοὺς ὑπὲρ τῶν τοιούτων λόγους.

ἐγὼ δʼ, εἰ μέν τις ὑπείληφεν πρὸς πᾶσαν περίστασιν αὐτάρκης ὑπάρχειν, καλὴν μέν, οὐκ ἀναγκαίαν δʼ ἴσως φήσαιμʼ ἂν εἶναι τὴν τῶν προγεγονότων ἐπιστήμην·

εἰ δὲ μηδεὶς ἂν μήτε περὶ τῶν κατʼ ἰδίαν μήτε περὶ τῶν κοινῶν τολμήσαι τοῦτʼ εἰπεῖν ἄνθρωπος ὢν διὰ τό, κἂν κατὰ τὸ παρὸν εὐτυχῇ, τήν γε περὶ τοῦ μέλλοντος ἐλπίδα μηδὲν ἂν ἐκ τῶν νῦν παρόντων εὐλόγως βεβαιώσασθαι μηδένα τῶν νοῦν ἐχόντων, οὐ μόνον καλήν,

ἔτι δὲ μᾶλλον ἀναγκαίαν εἶναί φημι διὰ ταῦτα τὴν τῶν παρεληλυθότων ἐπίγνωσιν.

πῶς γὰρ ἂν εἴτʼ αὐτὸς ἀδικούμενός τις ἢ τῆς πατρίδος ἀδικουμένης βοηθοὺς εὕροι καὶ συμμάχους, εἴτε κτήσασθαί τι καὶ προκατάρξασθαι σπουδάζων τοὺς συνεργήσοντας αὐτῷ παρορμήσαι πρὸς τὰς ἐπιβολάς;

πῶς δʼ ἂν εὐδοκούμενος τοῖς ὑποκειμένοις τοὺς βεβαιώσοντας τὴν αὐτοῦ προαίρεσιν καὶ διαφυλάξοντας τὴν κατάστασιν παροξύναι δικαίως, εἰ μηδὲν εἰδείη τῆς τῶν προγεγονότων περὶ ἑκάστους ὑπομνήσεως;

πρὸς μὲν γὰρ τὸ παρὸν ἀεί πως ἁρμοζόμενοι καὶ συνυποκρινόμενοι τοιαῦτα καὶ λέγουσι καὶ πράττουσι πάντες ὥστε δυσθεώρητον εἶναι τὴν ἑκάστου προαίρεσιν καὶ λίαν ἐν πολλοῖς ἐπισκοτεῖσθαι τὴν ἀλήθειαν.

τὰ δὲ παρεληλυθότα τῶν ἔργων, ἐξ αὐτῶν τῶν πραγμάτων λαμβάνοντα τὴν δοκιμασίαν, ἀληθινῶς ἐμφαίνει τὰς ἑκάστων αἱρέσεις καὶ διαλήψεις καὶ δηλοῖ παρʼ οἷς μὲν χάριν, εὐεργεσίαν, βοήθειαν ἡμῖν ὑπάρχουσαν, παρʼ οἷς δὲ τἀναντία τούτων.

ἐξ ὧν καὶ τὸν ἐλεήσοντα καὶ τὸν συνοργιούμενον, ἔτι δὲ τὸν δικαιώσοντα, πολλάκις καὶ ἐπὶ πολλῶν εὑρεῖν ἔστιν.

ἅπερ ἔχει μεγίστας ἐπικουρίας καὶ κοινῇ καὶ κατʼ ἰδίαν πρὸς τὸν ἀνθρώπινον βίον.

διόπερ οὐχ οὕτως ἐστὶ φροντιστέον τῆς αὐτῶν τῶν πράξεων ἐξηγήσεως οὔτε τοῖς γράφουσιν οὔτε τοῖς ἀναγινώσκουσιν τὰς ἱστορίας, ὡς τῶν πρότερον καὶ τῶν ἅμα καὶ τῶν ἐπιγινομένων τοῖς ἔργοις.

ἱστορίας γὰρ ἐὰν ἀφέλῃ τις τὸ διὰ τί καὶ πῶς καὶ τίνος χάριν ἐπράχθη τὸ πραχθὲν καὶ πότερον εὔλογον ἔσχε τὸ τέλος, τὸ καταλειπόμενον αὐτῆς ἀγώνισμα μὲν μάθημα δʼ οὐ γίνεται,

καὶ παραυτίκα μὲν τέρπει, πρὸς δὲ τὸ μέλλον οὐδὲν ὠφελεῖ τὸ παράπαν.