Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

συντελεσθέντος τοίνυν τοῦ περὶ Σικελίας πολέμου ποιοῦνται συνθήκας ἄλλας, ἐν αἷς τὰ συνέχοντα τῶν ἐγγράπτων ἦν ταῦτα· "

1ἐκχωρεῖν Καρχηδονίους ‘καὶ Σικελίας ἁπάσης καὶ τῶν νήσων ἁπασῶν τῶν "

1κειμένων Ἰταλίας μεταξὺ καὶ Σικελίας. τὴν ἀσφάλειαν ‘ὑπάρχειν παρʼ ἑκατέρων τοῖς ἑκατέρων συμμάχοις. "

1μηδετέρους ἐν ταῖς ἀλλήλων ἐπαρχίαις μηδὲν ἐπι‘τάττειν μηδʼ οἰκοδομεῖν δημοσίᾳ μηδὲ ξενολογεῖν ‘μηδὲ προσλαμβάνειν εἰς φιλίαν τοὺς ἀλλήλων συμ"

1μάχους. ἐξενεγκεῖν Καρχηδονίους ἐν ἔτεσιν δέκα ‘δισχίλια καὶ διακόσια τάλαντα, παραυτίκα δὲ δοῦ"

1ναι χίλια. τοὺς αἰχμαλώτους χωρὶς λύτρων ἀπο‘δοῦναι πάντας Καρχηδονίους τοῖς Ῥωμαίοις.’ μετὰ δὲ ταῦτα πάλιν,

λήξαντος τοῦ Λιβυκοῦ πολέμου, Ῥωμαῖοι Καρχηδονίοις πόλεμον ἐξενέγκαντες ἕως δόγματος ἐπισυνθήκας ἐποιήσαντο τοιαύτας· "

1ἐκ‘χωρεῖν Καρχηδονίους Σαρδόνος καὶ προσεξενεγκεῖν ‘ἄλλα χίλια καὶ διακόσια τάλαντα,’ καθάπερ ἐπάνω προείπαμεν.

ἐπὶ δὲ τοῖς προειρημένοις τελευταῖαι πρὸς Ἀσδρούβαν ἐν Ἰβηρίᾳ γίνονται διομολογήσεις, ‘ἐφʼ ᾧ μὴ διαβαίνειν Καρχηδονίους ἐπὶ πολέμῳ "

1τὸν Ἴβηρα ποταμόν.’ ταῦθʼ ὑπῆρχε τὰ δίκαια Ῥωμαίοις καὶ Καρχηδονίοις ἀπὸ τῆς ἀρχῆς ἕως εἰς τοὺς κατʼ Ἀννίβαν καιρούς.

ὥσπερ οὖν τὴν εἰς Σικελίαν διάβασιν Ῥωμαίων οὐ παρὰ τοὺς ὅρκους εὑρίσκομεν γεγενημένην, οὕτως ὑπὲρ τοῦ δευτέρου πολέμου, καθʼ ὃν ἐποιήσαντο τὰς περὶ Σαρδόνος συνθήκας, οὔτε πρόφασιν οὔτʼ αἰτίαν εὕροι τις ἂν εὔλογον,

ἀλλʼ ὁμολογουμένως τοὺς Καρχηδονίους ἠναγκασμένους παρὰ πάντα τὰ δίκαια διὰ τὸν καιρὸν ἐκχωρῆσαι μὲν Σαρδόνος, ἐξενεγκεῖν δὲ τὸ προειρημένον πλῆθος τῶν χρημάτων.

τὸ μὲν γὰρ ὑπὸ Ῥωμαίων περὶ τούτων λεγόμενον ἔγκλημα, διότι τοὺς παρὰ σφῶν πλοϊζομένους ἠδίκουν κατὰ τὸν Λιβυκὸν πόλεμον, ἐλύθη καθʼ οὓς καιροὺς κομισάμενοι παρὰ Καρχηδονίων ἅπαντας τοὺς κατηγμένους ἀντεδωρήσαντο χωρὶς λύτρων ἐν χάριτι τοὺς παρὰ σφίσιν ὑπάρχοντας αἰχμαλώτους.

ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τῇ πρὸ ταύτης βύβλῳ δεδηλώκαμεν.

τούτων δὴ τοιούτων ὑπαρχόντων, λοιπὸν διευκρινῆσαι καὶ σκέψασθαι περὶ τοῦ κατʼ Ἀννίβαν πολέμου ποτέροις αὐτῶν τὴν αἰτίαν ἀναθετέον.

τὰ μὲν οὖν ὑπὸ Καρχηδονίων τότε ῥηθέντα δεδηλώκαμεν, τὰ δʼ ὑπὸ Ῥωμαίων λεγόμενα νῦν ἐροῦμεν· οἷς τότε μὲν οὐκ ἐχρήσαντο διὰ τὸν ἐπὶ τῇ Ζακανθαίων ἀπωλείᾳ θυμόν· λέγεται δὲ πολλάκις καὶ ὑπὸ πολλῶν παρʼ αὐτοῖς.