Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διὸ προορώμενος ἕκαστα τούτων ἐχρήσατο παρʼ αὐτὸν τὸν καιρὸν τοιῷδέ τινι γένει στρατηγήματος.

ποιησάμενος γὰρ τὸν ἐπίπλουν νυκτὸς ἐπὶ τὴν νῆσον παντὶ τῷ στρατεύματι τὸ μὲν πλεῖον μέρος τῆς δυνάμεως ἀπεβίβασεν εἴς τινας ὑλώδεις καὶ κοίλους τόπους,

εἴκοσι δὲ ναυσὶν ἐπιγενομένης ἡμέρας ἔπλει προδήλως ἐπὶ τὸν ἔγγιστα τῆς πόλεως λιμένα.

συνορῶντες δὲ τὰς ναῦς οἱ περὶ τὸν Δημήτριον καὶ καταφρονοῦντες τοῦ πλήθους ὥρμησαν ἐκ τῆς πόλεως ἐπὶ τὸν λιμένα, κωλύσοντες τὴν ἀπό

βασιν τῶν ὑπεναντίων. ἅμα δὲ τῷ συμμῖξαι γινομένης ἰσχυρᾶς τῆς συμπλοκῆς προσεβοήθουν ἀεὶ πλείους τῶν ἐκ τῆς πόλεως· τέλος δὲ πάντες ἐξεχύθησαν εἰς τὸν κίνδυνον.

τῶν δὲ Ῥωμαίων οἱ τῆς νυκτὸς ἀποβάντες εἰς τὸν καιρὸν τοῦτον συνῆψαν, διὰ τόπων ἀδήλων ποιούμενοι τὴν πορείαν.

καὶ καταλαβόμενοι μεταξὺ τῆς πόλεως καὶ τοῦ λιμένος λόφον ἐρυμνὸν διέκλεισαν ἀπὸ τῆς πόλεως τοὺς ἐκβεβοηθηκότας.

οἱ δὲ περὶ τὸν Δημήτριον συννοήσαντες τὸ γεγονὸς τοῦ μὲν διακωλύειν τοὺς ἀποβαίνοντας ἀπέστησαν, συναθροίσαντες δὲ σφᾶς αὐτοὺς καὶ παρακαλέσαντες ὥρμησαν, κρίναντες ἐκ παρατάξεως διακινδυνεύειν πρὸς τοὺς ἐπὶ τὸν λόφον.

οἱ δὲ Ῥωμαῖοι θεωροῦντες τὴν ἔφοδον τῶν Ἰλλυριῶν ἐνεργὸν καὶ συντεταγμένην ἀντέπεσαν ταῖς σπείραις καταπληκτικῶς.

ἅμα δὲ τοῖς προειρημένοις οἱ πεποιημένοι τὴν ἀπόβασιν ἀπὸ τῶν πλοίων, συνορῶντες τὸ γινόμενον, προσέκειντο κατόπιν· καὶ πανταχόθεν προσπίπτοντες θόρυβον καὶ ταραχὴν οὐ μικρὰν ἐν τοῖς Ἰλλυριοῖς κατεσκεύαζον.

ἐξ οὗ τῶν μὲν κατὰ πρόσωπον τῶν δὲ κατὰ νώτου πονούντων, τέλος οἱ περὶ τὸν Δημήτριον ἐτράπησαν· καὶ τινὲς μὲν αὐτῶν ἔφυγον ὡς πρὸς τὴν πόλιν, οἱ δὲ πλείους ἀνοδίᾳ κατὰ τῆς νήσου διεσπάρησαν.

ὁ δὲ Δημήτριος ἔχων ἑτοίμους λέμβους πρὸς τὸ συμβαῖνον ἔν τισι τόποις ἐρήμοις ὑφορμοῦντας ἐπὶ τούτους ἐποιήσατο τὴν ἀποχώρησιν. εἰς οὓς ἐμβὰς ἐπιγενομένης τῆς νυκτὸς ἀπέπλευσε καὶ διεκομίσθη παραδόξως πρὸς τὸν βασιλέα Φίλιππον, παρʼ ᾧ τὸ λοιπὸν διέτριβε τοῦ βίου μέρος,

ἀνὴρ θράσος μὲν καὶ τόλμαν κεκτημένος, ἀλόγιστον δὲ ταύτην καὶ τελέως ἄκριτον.