Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

αὐτοὶ δὲ Λεύκιον μὲν Ποστόμιον, ἑξαπέλεκυν ὄντα στρατηγόν, στρατόπεδον δόντες εἰς Γαλατίαν ἐξαπέστειλαν, βουλόμενοι ποιεῖν ἀντιπερίσπασμα τοῖς Κελτοῖς τοῖς μετʼ Ἀννίβου στρατευομένοις.

πρόνοιαν δʼ ἐποιήσαντο καὶ τῆς ἀνακομιδῆς τοῦ παραχειμάζοντος ἐν τῷ Λιλυβαίῳ στόλου, διεπέμψαντο δὲ καὶ τοῖς ἐν Ἰβηρίᾳ στρατηγοῖς πάντα τὰ κατεπείγοντα πρὸς τὴν χρείαν.

οὗτοι μὲν οὖν περὶ ταῦτα καὶ περὶ τὰς λοιπὰς ἐγίνοντο παρασκευὰς ἐπιμελῶς.

οἱ δὲ περὶ τὸν Γνάιον κομισάμενοι τὰς παρὰ τῶν ὑπάτων ἐντολὰς πάντα τὰ κατὰ μέρος ἐχείριζον κατὰ τὴν ἐκείνων γνώμην·

διὸ καὶ τὸ πλείω γράφειν ὑπὲρ αὐτῶν παρήσομεν. ὁλοσχερὲς μὲν γὰρ ἢ μνήμης ἄξιον ἁπλῶς οὐδὲν ἐπράχθη διὰ τὴν ἐντολὴν καὶ διὰ τὴν τοῦ καιροῦ περίστασιν,

ἀκροβολισμοὶ δὲ μόνον καὶ συμπλοκαὶ κατὰ μέρος ἐγίνοντο πλείους, ἐν αἷς εὐδοκίμουν οἱ προεστῶτες τῶν Ῥωμαίων· καὶ γὰρ ἀνδρωδῶς καὶ νουνεχῶς ἐδόκουν ἕκαστα χειρίζειν.

τὸν μὲν οὖν χειμῶνα καὶ τὴν ἐαρινὴν ὥραν διέμειναν ἀντιστρατοπεδεύοντες ἀλλήλοις· ἤδη δὲ παραδιδόντος τοῦ καιροῦ τὴν ἐκ τῶν ἐπετείων καρπῶν χορηγίαν, ἐκίνει τὴν δύναμιν ἐκ τοῦ περὶ τὸ Γερούνιον χάρακος Ἀννίβας.

κρίνων δὲ συμφέρειν τὸ κατὰ πάντα τρόπον ἀναγκάσαι μάχεσθαι τοὺς πολεμίους, καταλαμβάνει τὴν τῆς Κάννης προσαγορευομένης πόλεως ἄκραν.

εἰς γὰρ ταύτην συνέβαινε τόν τε σῖτον καὶ τὰς λοιπὰς χορηγίας ἁθροίζεσθαι τοῖς Ῥωμαίοις ἐκ τῶν περὶ Κανύσιον τόπων· ἐκ δὲ ταύτης ἀεὶ πρὸς τὴν χρείαν ἐπὶ τὸ στρατόπεδον παρακομίζεσθαι.

τὴν μὲν οὖν πόλιν ἔτι πρότερον συνέβαινε κατεσκάφθαι, τῆς παρασκευῆς δὲ καὶ τῆς ἄκρας τότε καταληφθείσης, οὐ μικρὰν συνέπεσε ταραχὴν γενέσθαι περὶ τὰς τῶν Ῥωμαίων δυνάμεις·

οὐ γὰρ μόνον διὰ τὰς χορηγίας ἐδυσχρηστοῦντʼ ἐπὶ τῷ κατειλῆφθαι τὸν προειρημένον τόπον, ἀλλὰ καὶ διὰ τὸ κατὰ τὴν πέριξ εὐφυῶς κεῖσθαι χώραν.