Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

παραπλήσιον τὸν χειρισμόν. ἄρτι δὲ τῆς ἡμέρας διαφαινούσης, καὶ πάντων ταῖς τε διανοίαις καὶ τοῖς ὄμμασι περιεσπασμένων περὶ τοὺς ἐν τῷ γεωλόφῳ κινδυνεύοντας, ἀνύποπτος ἦν ἡ τῶν ἐνεδρευόντων ὑποβολή.

τοῦ δʼ Ἀννίβου συνεχῶς μὲν ἐπαποστέλλοντος τοῖς ἐν τῷ λόφῳ τοὺς βοηθήσοντας, ἑπομένου δὲ κατὰ πόδας αὐτοῦ μετὰ τῶν ἱππέων καὶ τῆς δυνάμεως, ταχέως συνέβη καὶ τοὺς ἱππεῖς συμπεσεῖν ἀλλήλοις.

οὗ γενομένου, καὶ πιεζομένων τῶν Ῥωμαίων εὐζώνων ὑπὸ τοῦ πλήθους τῶν ἱππέων, ἅμα μὲν οὗτοι καταφεύγοντες εἰς τὰ βαρέα τῶν ὅπλων θόρυβον ἐποίουν,

ἅμα δὲ τοῦ συνθήματος ἀποδοθέντος τοῖς ἐν ταῖς ἐνέδραις, πανταχόθεν ἐπιφαινομένων καὶ προσπιπτόντων τούτων, οὐκέτι περὶ τοὺς εὐζώνους μόνον, ἀλλὰ περὶ πᾶν τὸ στράτευμα μέγας κίνδυνος συνειστήκει τοῖς Ῥωμαίοις.

κατὰ δὲ τὸν καιρὸν τοῦτον Φάβιος θεωρῶν τὸ γινόμενον καὶ διαγωνιάσας μὴ σφαλῶσι τοῖς ὅλοις, ἐξῆγε τὰς δυνάμεις καὶ κατὰ σπουδὴν ἐβοήθει τοῖς κινδυνεύουσι.

ταχὺ δὲ συνεγγίσαντος αὐτοῦ, πάλιν ἀναθαρρήσαντες οἱ Ῥωμαῖοι, καίπερ λελυκότες ἤδη τὴν ὅλην τάξιν, αὖθις ἁθροιζόμενοι περὶ τὰς σημείας ἀνεχώρουν καὶ κατέφευγον ὑπὸ τὴν τούτων ἀσφάλειαν, πολλοὺς μὲν ἀπολελωκότες τῶν εὐζώνων, ἔτι δὲ πλείους ἐκ τῶν ταγμάτων καὶ τοὺς ἀρίστους ἄνδρας.

οἱ δὲ περὶ τὸν Ἀννίβαν καταπλαγέντες τὴν ἀκεραιότητα καὶ σύνταξιν τῶν παραβεβοηθηκότων στρατοπέδων ἀπέστησαν τοῦ διωγμοῦ καὶ τῆς μάχης.

τοῖς μὲν οὖν παρʼ αὐτὸν γενομένοις τὸν κίνδυνον ἦν ἐναργὲς ὅτι διὰ μὲν τὴν Μάρκου τόλμαν ἀπόλωλε τὰ ὅλα, διὰ δὲ τὴν εὐλάβειαν τοῦ Φαβίου σέσωσται καὶ πρὸ τοῦ καὶ νῦν·

τοῖς δʼ ἐν τῇ Ῥώμῃ τότʼ ἐγένετο φανερὸν ὁμολογουμένως τί διαφέρει στρατιωτικῆς προπετείας καὶ κενοδοξίας στρατηγικὴ πρόνοια καὶ λογισμὸς ἑστὼς καὶ νουνεχής.

οὐ μὴν ἀλλʼ οἱ μὲν Ῥωμαῖοι διδαχθέντες ὑπὸ τῶν πραγμάτων καὶ βαλόμενοι χάρακα πάλιν ἕνα πάντες ἐστρατοπέδευσαν ὁμόσε καὶ λοιπὸν ἤδη Φαβίῳ προσεῖχον τὸν νοῦν καὶ τοῖς ὑπὸ τούτου παραγγελλομένοις.

οἱ δὲ Καρχηδόνιοι τὸν μὲν μεταξὺ τόπον τοῦ βουνοῦ καὶ τῆς σφετέρας παρεμβολῆς διετάφρευσαν, περὶ δὲ τὴν κορυφὴν τοῦ καταληφθέντος λόφου χάρακα περιβαλόντες καὶ φυλακὴν ἐπιστήσαντες λοιπὸν ἤδη πρὸς τὴν χειμασίαν ἀσφαλῶς ἡτοιμάζοντο.