Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
καὶ τοῦτον ἐξαπέστειλε, δοὺς ἐντολὰς πρῶτον μὲν ὁμολογήσαντα περὶ τῶν χρημάτων ὅρκους καὶ δοῦναι καὶ λαβεῖν ὑπὲρ τῆς συμμαχίας, εἶτα τοὺς ὁμήρους ἐξ αὐτῆς κἀκεῖνον πέμπειν, οὓς ἂν δοκῇ Πανταύχῳ, καὶ παρʼ αὐτοῦ λαμβάνειν οὓς ἂν ἀποφήνῃ Γένθιος διὰ τῶν ἐγγράπτων, πρὸς δὲ τούτοις διατάξασθαι περὶ τῆς κομιδῆς τῶν τριακοσίων ταλάντων.
ὁ δὲ Πάνταυχος ἐξ αὐτῆς ποιησάμενος τὴν ὁρμὴν καὶ παραγενόμενος εἰς Μετέωνα τῆς Λαβεάτιδος κἀνταῦθα συμμίξας τῷ Γενθίῳ ταχέως παρεστήσατο τὸν νεανίσκον πρὸς τὸ κοινωνεῖν τῷ Περσεῖ τῶν αὐτῶν ἐλπίδων.
τμηθέντων δὲ τῶν ὁρκίων ὑπὲρ τῆς συμμαχίας καὶ καταγραφέντων, εὐθέως ὁ Γένθιος ἅμα τοὺς ὁμήρους ἔπεμπε τοὺς ὑπὸ τοῦ Πανταύχου καταγραφέντας καὶ σὺν τούτοις Ὀλυμπίωνα παραληψόμενον τοὺς ὅρκους καὶ τοὺς ὁμήρους παρὰ τοῦ Περσέως, ἑτέρους δὲ τοὺς περὶ τῶν χρημάτων ἕξοντας τὴν ἐπιμέλειαν.
σὺν δὲ τοῖς προειρημένοις ἔπεισεν ὁ Πάνταυχος τὸν Γένθιον καὶ πρεσβευτὰς συνεξαποστέλλειν, οἵτινες ἅμα τοῖς παρὰ τοῦ Περσέως πεμπομένοις εἰς τὴν Ῥόδον πρεσβεύσουσιν ὑπὲρ τῆς κοινῆς συμμαχίας.
τούτου γὰρ γενομένου, καὶ συνεμβάντων τῶν Ῥοδίων εἰς τὸν πόλεμον, τελέως εὐκαταγωνίστους ἐσομένους ἀπέφαινε τοὺς Ῥωμαίους.