Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δὲ περὶ τὸν Ποπίλιον καταστησάμενοι τὰ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ παρακαλέσαντες τοὺς βασιλεῖς ὁμονοεῖν, ἅμα δὲ προστάξαντες αὐτοῖς Πολυάρατον ἀναπέμπειν εἰς Ῥώμην, ἀνέπλευσαν ἐπὶ τῆς Κύπρου, βουλόμενοι καὶ τὰς ἐκεῖ καθυπαρχούσας δυνάμεις ἐκβαλεῖν ἐκ τῆς νήσου κατὰ σπουδήν.

ἀφικόμενοι δὲ καὶ καταλαβόντες ἡττημένους μάχῃ τοὺς τοῦ Πτολεμαίου στρατηγοὺς καὶ καθόλου φερόμενα τὰ κατὰ τὴν Κύπρον ἄνω καὶ κάτω ταχέως ἀνέστησαν τὸ στρατόπεδον ἐκ τῆς χώρας καὶ παρήδρευσαν, ἕως ἀπέπλευσαν αἱ δυνάμεις ἐπὶ Συρίας.

καὶ Ῥωμαῖοι μὲν ὅσον οὔπω καταπεπονημένην τὴν Πτολεμαίου βασιλείαν τούτῳ τῷ τρόπῳ διέσωσαν,

τῆς τύχης οὕτω βραβευούσης τὰ κατὰ τὸν Περσέα πράγματα καὶ τοὺς Μακεδόνας ὥστε καὶ πρὸς τὸν ἔσχατον καιρὸν ἐλθόντα τὰ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ τὴν ὅλην Αἴγυπτον παρὰ τοῦτο πάλιν ὀρθωθῆναι, παρὰ τὸ φθάσαι κριθέντα τὰ κατὰ τὸν Περσέα πράγματα·

μὴ γὰρ γενομένου τούτου καὶ πιστευθέντος, οὐκ ἄν μοι δοκεῖ πειθαρχῆσαι τοῖς ἐπιταττομένοις Ἀντίοχος.

ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἦλθε παρὰ τοῦ βασιλέως Εὐμένους ἀδελφὸς Ἄτταλος,

ἔχων μὲν πρόφασιν, εἰ καὶ μὴ τὸ κατὰ τοὺς Γαλάτας ἐγεγόνει σύμπτωμα περὶ τὴν βασιλείαν, ὅμως ἐλθεῖν εἰς τὴν Ῥώμην ἕνεκεν τοῦ συγχαρῆναι τῇ συγκλήτῳ καὶ τυχεῖν τινος ἐπισημασίας διὰ τὸ συμπεπολεμηκέναι καὶ πάντων εὐμενῶς σφίσι μετεσχηκέναι τῶν κινδύνων·

τότε δὲ καὶ διὰ τὴν Γαλατικὴν περίστασιν ἠναγκασμένος ἧκεν εἰς τὴν Ῥώμην.

πάντων δὲ φιλοφρόνως αὐτὸν ἀποδεχομένων διά τε τὴν ἐν τῇ στρατείᾳ γεγενημένην συνήθειαν καὶ διὰ τὸ δοκεῖν εὔνουν αὐτοῖς ὑπάρχειν, καὶ γινομένης τῆς ἀπαντήσεως ὑπὲρ τὴν προσδοκίαν, μετέωρος ἐγενήθη ταῖς ἐλπίσιν, οὐκ εἰδὼς τὴν ἀληθινὴν αἰτίαν τῆς ἀποδοχῆς.

διὸ καὶ παρʼ ὀλίγον ἦλθε τοῦ λυμήνασθαι τὰ σφέτερα πράγματα καὶ τὴν ὅλην βασιλείαν.

τῶν γὰρ πλείστων Ῥωμαίων ἀπηλλοτριωμένων τῆς τοῦ βασιλέως Εὐμένους εὐνοίας καὶ πεπεισμένων αὐτὸν πλάγιον ἐν τῷ πολέμῳ γεγονέναι, λαλοῦντα τῷ Περσεῖ καὶ τοῖς καιροῖς ἐφεδρεύοντα τοῖς κατʼ αὐτῶν,

ἔνιοι τῶν ἐπιφανῶν ἀνδρῶν λαμβάνοντες εἰς τὰς χεῖρας τὸν Ἄτταλον παρεκάλουν τὴν μὲν ὑπὲρ τἀδελφοῦ πρεσβείαν ἀποθέσθαι, περὶ δʼ ἑαυτοῦ ποιεῖσθαι τοὺς λόγους·

βούλεσθαι γὰρ αὐτῷ τὴν σύγκλητον συγκατασκευάζειν ἰδίαν ἀρχὴν καὶ δυναστείαν διὰ τὴν ἀλλοτριότητα τὴν πρὸς τὸν ἀδελφόν.

ἐφʼ οἷς συνέβαινε τὸν Ἄτταλον ἐπὶ πολὺ μετεωρίζεσθαι καὶ συγκατανεύειν ἐν ταῖς κατʼ ἰδίαν ὁμιλίαις τοῖς εἰς τοῦτο τὸ μέρος αὐτὸν παρορμῶσι.

τέλος δὲ πρὸς ἐνίους τῶν ἀξιολόγων ἀνδρῶν συνέθετο καὶ παρελθὼν εἰς τὴν σύγκλητον ποιήσεσθαι τοὺς περὶ τούτων λόγους.

τοιαύτης δʼ οὔσης τῆς διαθέσεως περὶ τὸν Ἄτταλον, ὀττευσάμενος ὁ βασιλεὺς τὸ μέλλον ἐπιπέμπει Στρατίον τὸν ἰατρὸν εἰς τὴν Ῥώμην, ὃς μεγίστην παρʼ αὐτῷ πίστιν εἶχε,

τὰ μὲν ὑποδείξας, τὰ δʼ ἐντειλάμενος πᾶσαν εἰσενέγκασθαι μηχανὴν πρὸς τὸ μὴ κατακολουθῆσαι τὸν Ἄτταλον τοῖς βουλομένοις λυμήνασθαι τὴν βασιλείαν αὐτῶν.