Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι ἕως μέν τινος οἱ περὶ τὸν Ἀνδρωνίδαν καὶ Καλλικράτην ἐχρῶντο τοῖς ὑπὲρ τῆς διαλύσεως λόγοις, οὐδενὸς δὲ προσέχοντος αὐτοῖς ἐπεισήγαγον μηχανήν.

παρῆν γὰρ ἐκ πορείας εἰς τὸ θέατρον γραμματηφόρος φέρων ἐπιστολὴν παρὰ Κοΐντου Μαρκίου, διʼ ἧς παρεκάλει τοὺς Ἀχαιοὺς ἀκολουθοῦντας τῇ Ῥωμαίων προαιρέσει πειρᾶσθαι διαλύειν τοὺς βασιλεῖς·

συνέβαινε γὰρ καὶ τὴν σύγκλητον ἀπεσταλκέναι πρεσβευτὰς τοὺς περὶ Νεμέσιον διαλύσοντας τοὺς βασιλεῖς.

ἦν δὲ τοῦτο κατὰ τῆς ὑποθέσεως· οἱ γὰρ περὶ τὸν Τίτον ἀδυνατήσαντες τοῦ διαλύειν ἀνακεχωρήκεισαν εἰς τὴν Ῥώμην ἄπρακτοι τελείως.

ἀλλʼ οἱ περὶ τὸν Πολύβιον οὐ βουλόμενοι διὰ τὸν Μάρκιον πρὸς τὴν ἐπιστολὴν ἀντιλέγειν ἀνεχώρησαν ἐκ τῶν πραγμάτων. καὶ τὰ μὲν κατὰ τὴν βοήθειαν οὕτω διέπεσε τοῖς βασιλεῦσι,

τοῖς δʼ Ἀχαιοῖς ἔδοξε πρεσβευτὰς ἀποστέλλειν τοὺς διαλύσοντας· καὶ κατεστάθησαν Ἄρχων Αἰγειράτης, Ἀρκεσίλαος Ἀρίστων Μεγαλοπολῖται.

οἱ δὲ παρὰ τοῦ Πτολεμαίου πρεσβευταὶ διαψευσθέντες τῆς συμμαχίας ἀνέδωκαν τοῖς ἄρχουσιν, ἑτοίμας ἔχοντες, ἐπιστολὰς παρὰ τῶν βασιλέων, διʼ ὧν ἠξίουν τοὺς Ἀχαιοὺς ἐκπέμπειν Λυκόρταν καὶ Πολύβιον ἐπὶ τὸν ἐνεστῶτα πόλεμον. —

ἐπιλαθόμενος δὲ τῶν γεγραμμένων ὑπʼ αὐτοῦ Ἀντίοχος καὶ τῶν εἰρημένων ἐξήρτυε πόλεμον κατὰ Πτολεμαίου, ὥστε καὶ λίαν ἀληθὲς φαίνεσθαι τὸ ῥηθὲν ὑπὸ Σιμωνίδου "χαλεπὸν ἐσθλὸν ἔμμεναι.

" ἔχειν μὲν γὰρ ὁρμὰς ἐπὶ τὰ καλὰ καὶ μέχρι τινὸς ἀντιποιήσασθαι τούτων εὐμαρές, ὁμαλίσαι δὲ καὶ κατὰ πᾶσαν περίστασιν ἐπίμονον γενέσθαι τῇ γνώμῃ, μηδὲν τοῦ καλοῦ καὶ τοῦ δικαίου προυργιαίτερον τιθέμενον, δυσχερές. —

ὅτι τοῦ Ἀντιόχου πρὸς Πτολεμαῖον ἕνεκεν τοῦ Πηλούσιον κατασχεῖν ἀφικομένου,

ὁ Ποπίλιος ὁ τῶν Ῥωμαίων στρατηγός, τοῦ βασιλέως πόρρωθεν ἀσπαζομένου διὰ τῆς φωνῆς καὶ τὴν δεξιὰν προτείνοντος, πρόχειρον ἔχων τὸ δελτάριον, ἐν ᾧ τὸ τῆς συγκλήτου δόγμα κατετέτακτο, προύτεινεν αὐτῷ καὶ τοῦτʼ ἐκέλευσε πρῶτον ἀναγνῶναι τὸν Ἀντίοχον,

ὡς μὲν ἐμοὶ δοκεῖ, μὴ πρότερον ἀξιώσας τὸ τῆς φιλίας σύνθημα ποιεῖν πρὶν ἢ τὴν προαίρεσιν ἐπιγνῶναι τοῦ δεξιουμένου, πότερα φίλιος ἢ πολέμιός ἐστιν.

ἐπεὶ δʼ ὁ βασιλεὺς ἀναγνοὺς ἔφη βούλεσθαι μεταδοῦναι τοῖς φίλοις ὑπὲρ τῶν προσπεπτωκότων, ἀκούσας ὁ Ποπίλιος ἐποίησε πρᾶγμα βαρὺ μὲν δοκοῦν εἶναι καὶ τελέως ὑπερήφανον·

ἔχων γὰρ πρόχειρον ἀμπελίνην βακτηρίαν περιέγραφε τῷ κλήματι τὸν Ἀντίοχον ἐν τούτῳ τε τῷ γύρῳ τὴν ἀπόφασιν ἐκέλευσε δοῦναι περὶ τῶν γεγραμμένων·

ὁ δὲ βασιλεὺς ξενισθεὶς τὸ γινόμενον καὶ τὴν ὑπεροχήν, βραχὺν χρόνον ἐναπορήσας ἔφη ποιήσειν πᾶν τὸ παρακαλούμενον ὑπὸ Ῥωμαίων. οἱ δὲ περὶ τὸν Ποπίλιον τότε τὴν δεξιὰν αὐτοῦ λαμβάνοντες ἅμα πάντες ἠσπάζοντο φιλοφρόνως.

ἦν δὲ τὰ γεγραμμένα λύειν ἐξ αὐτῆς τὸν πρὸς Πτολεμαῖον πόλεμον.