Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐξ ὧν ἀπεδείκνυσαν σκῆψιν οὖσαν τὴν Ῥωμαίων χρείαν πρὸς τὸ διακωλῦσαι βοηθεῖν. διὸ παρεκάλουν τοὺς Ἀχαιούς,

ὑποδεικνύοντες τὸ μέγεθος τῆς περιστάσεως, ἐν ᾗ συνέβαινε τότε τὴν βασιλείαν ὑπάρχειν, μὴ παριδεῖν τὸν καιρόν, ἀλλὰ μνημονεύοντας τῶν ὁμολογιῶν καὶ τῶν εὐεργεσιῶν, μάλιστα δὲ τῶν ὅρκων, ἐμπεδοῦν τὰς συνθήκας.

τῶν δὲ πολλῶν ἐπιφερομένων πάλιν βοηθεῖν, τότε μὲν οἱ περὶ τὸν Καλλικράτην ἐξέβαλον τὸ διαβούλιον, διασείσαντες τοὺς ἄρχοντας, ὡς οὐκ οὔσης ἐξουσίας κατὰ τοὺς νόμους ἐν ἀγορᾷ βουλεύεσθαι περὶ βοηθείας.

μετὰ δέ τινα χρόνον συγκλήτου συναχθείσης εἰς τὴν τῶν Σικυωνίων πόλιν, ἐν ᾗ συνέβαινε μὴ μόνον συμπορεύεσθαι τὴν βουλὴν ἀλλὰ πάντας τοὺς ἀπὸ τριάκοντʼ ἐτῶν, καὶ λόγων γινομένων πλειόνων,

καὶ μάλιστα τοῦ Πολυβίου διοριζομένου πρῶτον μὲν περὶ τοῦ μὴ χρείαν ἔχειν τοὺς Ῥωμαίους τῆς βοηθείας καὶ δοκοῦντος οὐκ εἰκῇ ταῦτα λέγειν διὰ τὸ γεγονέναι τὴν παρελθοῦσαν θερείαν ἐν τῇ Μακεδονίᾳ παρὰ τῷ Φιλίππῳ,

δεύτερον δὲ φάσκοντος, ἐὰν καὶ δέωνται Ῥωμαῖοι τῆς συμμαχίας, οὐ διὰ τοὺς διακοσίους ἱππεῖς καὶ χιλίους πεζοὺς τοὺς ἀποσταλησομένους εἰς Ἀλεξάνδρειαν ἀδυνατήσειν τοὺς Ἀχαιοὺς βοηθεῖν Ῥωμαίοις· καλῶς γὰρ ποιοῦντας αὐτοὺς καὶ τρεῖς ἄγειν καὶ τέτταρας μυριάδας ἀνδρῶν μαχίμων·

εὐδοκοῦντες τοῖς λεγομένοις ἔρρεπον οἱ πολλοὶ πρὸς τὸ πέμπειν τὴν συμμαχίαν.