Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Λεύκιος δὲ ὁ ὕπατος οὐχ ἑωρακὼς φάλαγγα τὸ παράπαν ἀλλὰ τότε πρῶτον ἐπὶ τοῦ Περσέως πρός τινας πολλάκις ἀνθωμολογεῖτο τῶν ἐν τῇ Ῥώμῃ μετὰ ταῦτα μηδὲν ἑωρακέναι φοβερώτερον καὶ δεινότερον φάλαγγος Μακεδονικῆς, καίτοι γε πολλοὺς οὐ μόνον θεασάμενος ἀλλὰ καὶ χειρισάμενος ἀγῶνας, εἰ καί τις ἄλλος. —

ὅτι πολλὰ τῶν ἐπινοημάτων κατὰ μὲν τὸν λόγον φαίνεται πιθανὰ καὶ δυνατά, παραγενόμενα δʼ εἰς τὴν χρείαν, καθάπερ τὰ κίβδηλα τῶν νομισμάτων εἰς τὸ πῦρ, οὐκέτι ποιεῖ τἀκόλουθον ταῖς πρώταις ἐπινοίαις. —

Πολύβιος·

ὁ δὲ Περσεὺς μίαν ἔχων πρόληψιν ἢ νικᾶν ἢ θνήσκειν, τότε οὐχ ὑπέμεινε τῇ ψυχῇ ἀλλʼ ἀπεδειλία, καθάπερ οἱ προόπται τῶν ἱππέων. —

Πολύβιος·

ὁ δὲ Περσεὺς προσαγόμενος τὸν χρόνον καὶ τὸν πόνον ἐξελύετο τῇ ψυχῇ, καθάπερ οἱ καχεκτοῦντες τῶν ἀθλητῶν· ὅτε γὰρ τὸ δεινὸν ἐγγίζοι καὶ δέοι κρίνεσθαι περὶ τῶν ὅλων, οὐχ ὑπέμεινε τῇ ψυχῇ. —

ὁ δὲ τῶν Μακεδόνων βασιλεύς, ὥς φησι Πολύβιος, τῆς μάχης ἀρχὴν λαμβανούσης ἀποδειλιάσας εἰς πόλιν ἀφιππάσατο, σκηψάμενος Ἡρακλεῖ θύειν, δειλὰ παρὰ δειλῶν ἱερὰ μὴ δεχομένῳ μηδʼ εὐχὰς ἀθεμίτους ἐπιτελοῦντι. —

ὅτι κατὰ τὸν καιρόν, ἐν ᾧ Περσεὺς ἡττηθεὶς ἀνεδίδρασκεν, ἔδοξε τῇ συγκλήτῳ τοὺς παρὰ τῶν Ῥοδίων πρεσβευτὰς παραγεγονότας ὑπὲρ τοῦ διαλύειν τὸν πρὸς Περσέα πόλεμον προσκαλέσασθαι,

τῆς τύχης ὥσπερ ἐπίτηδες ἀναβιβαζούσης ἐπὶ σκηνὴν τὴν τῶν Ῥοδίων ἄγνοιαν, εἰ χρὴ Ῥοδίων λέγειν, ἀλλὰ μὴ τῶν ἐπιπολασάντων ἀνθρώπων τότε κατὰ τὴν Ῥόδον.

οἱ δὲ περὶ τὸν Ἁγέπολιν εἰσπορευθέντες ἐλθεῖν μὲν ἔφασαν διαλύσοντες τὸν πόλεμον· τὸν γὰρ δῆμον τῶν Ῥοδίων, ἑλκομένου τοῦ πολέμου καὶ πλείω χρόνον, θεωροῦντα διότι πᾶσιν μὲν τοῖς Ἕλλησιν ἀλυσιτελὴς καὶ αὐτοῖς δὲ Ῥωμαίοις διὰ τὸ μέγεθος τῶν δαπανημάτων, ἐλθεῖν ἐπὶ ταύτην τὴν γνώμην·

νῦν δὲ λελυμένου τοῦ πολέμου κατὰ τὴν τῶν Ῥοδίων βούλησιν συγχαίρειν αὐτοῖς. ταῦτα μὲν οὖν οἱ περὶ τὸν Ἁγέπολιν εἰπόντες βραχέως ἐπανῆλθον.

ἡ δὲ σύγκλητος χρωμένη τῷ καιρῷ καὶ βουλομένη παραδειγματίσαι τοὺς Ῥοδίους ἀπόκρισιν ἐξέβαλεν, ἧς ἦν τὰ συνέχοντα ταῦτα,

διότι τὴν πρεσβείαν ταύτην οὔτε τῶν Ἑλλήνων ἕνεκεν ὑπολαμβάνουσιν ἐσταλκέναι τοὺς Ῥοδίους οὔθʼ ἑαυτῶν, ἀλλὰ Περσέως.

εἰ μὲν γὰρ τῶν Ἑλλήνων χάριν ἐπρέσβευον, ἐκεῖνον οἰκειότερον εἶναι τὸν καιρόν, ὅτε Περσεὺς τὴν τῶν Ἑλλήνων χώραν ἐπόρθει καὶ τὰς πόλεις, στρατοπεδεύων μὲν ἐν Θετταλίᾳ σχεδὸν ἐπὶ δύʼ ἐνιαυτοὺς

τὸ δὲ παρέντας ἐκεῖνον τὸν καιρὸν νῦν παρεῖναι σπουδάζοντας διαλύειν τὸν πόλεμον, ὅτε παρεμβεβληκότων τῶν ἡμετέρων στρατοπέδων εἰς Μακεδονίαν συγκεκλεισμένος ὁ Περσεὺς ὀλίγας παντάπασιν ἐλπίδας εἶχε τῆς σωτηρίας,

προφανὲς εἶναι τοῖς ὀρθῶς σκοπουμένοις διότι τὰς πρεσβείας ἐξέπεμψαν οὐ διαλύειν ἐθέλοντες τὸν πόλεμον, ἀλλʼ ἐξελέσθαι τὸν Περσέα καὶ σῶσαι, καθʼ ὅσον εἰσὶν δυνατοί.

διʼ ἃς αἰτίας οὔτʼ εὐεργετεῖν οὔτε φιλανθρώπως αὐτοῖς ἀποκρίνεσθαι κατὰ τὸ παρὸν ὀφείλειν ἔφασαν.

ταῦτα μὲν ἡ σύγκλητος ἐχρημάτισε τοῖς παρὰ τῶν Ῥοδίων πρεσβευταῖς. —