Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον οἱ πρὸς τὸν Γένθιον ἀποσταλέντες πρέσβεις οὔτʼ ᾠκονομηκότες πλεῖον οὐδὲν τῶν πρότερον οὔτʼ ἀναγγέλλοντες,

διὰ τὸ τὸν Γένθιον μένειν ἐπὶ τῆς αὐτῆς αἱρέσεως, ὄντα μὲν ἕτοιμον τῷ Περσεῖ κοινωνεῖν τῶν αὐτῶν πραγμάτων, χρημάτων δὲ φάσκοντα χρείαν ἔχειν.

ὧν ὁ Περσεὺς παρακούσας πάλιν ἔπεμπε τοὺς περὶ τὸν Ἱππίαν βεβαιωσομένους ὑπὲρ τῶν ὁμολογιῶν, τὸ συνέχον παραλιπών, φάσκων ἐξιγμένον εὐνοοῦντα ποιήσειν τὸν Γένθιον·

ὥστε διαπορεῖν πότερα δεῖ λέγειν ἐπὶ τῶν τοιούτων ἀλογιστίαν ἢ δαιμονοβλάβειαν. δοκῶ μὲν ὅτι δαιμονοβλάβειαν, οἵτινες ἐφίενται μὲν τοῦ μεγάλα τολμᾶν καὶ παραβάλλονται τῇ ψυχῇ, παριᾶσιν δὲ τὸ συνέχον ἐν ταῖς ἐπιβολαῖς, βλέποντες αὐτὸ καὶ δυνάμενοι πράττειν

ὅτι γάρ, εἰ Περσεὺς κατʼ ἐκεῖνον τὸν καιρὸν ἠβουλήθη προέσθαι χρήματα καὶ κοινῇ τοῖς πολιτεύμασι καὶ κατʼ ἰδίαν τοῖς βασιλεῦσι καὶ τοῖς πολιτευομένοις, οὐ λέγω μεγαλομερῶς, καθάπερ ἐξῆν αὐτῷ χορηγιῶν ἕνεκεν, ἀλλὰ μετρίως μόνον, πάντας ἂν συνέβη καὶ τοὺς Ἕλληνας καὶ τοὺς βασιλεῖς,

εἰ δὲ μή γε, τοὺς πλείστους ἐξελεγχθῆναι, δοκῶ μηδένα τῶν νοῦν ἐχόντων πρός με διαμφισβητῆσαι περὶ τούτων.

νῦν δὲ καλῶς ποιῶν οὐκ ἦλθε ταύτην τὴν ὁδόν, διʼ ἧς ἢ κρατήσας τῶν ὅλων ἐξουσίαν ἂν ὑπερήφανον ἔσχεν ἢ σφαλεὶς πολλοὺς ἂν ἐποίησε τῆς αὐτῆς τύχης πεῖραν αὑτῷ λαβεῖν,

ἀλλὰ τὴν ἐναντίαν, διʼ ἧς ὀλίγοι τελέως ἠλογήθησαν τῶν Ἑλλήνων ὑπὸ τὸν τῆς πράξεως καιρόν. —