Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τὸ δὲ συνέχον αὐτοῖς τῆς ἐκκλησίας, ὁμήρους ἔφασαν δεῖν δοθῆναι σφίσι παρὰ τῶν Αἰτωλῶν.

τούτων δὲ καταβάντων, Πρόανδρος ἐπαναστὰς ἐβούλετό τινας εὐχρηστίας πρὸς αὐτοῦ γεγενημένας εἰς τοὺς Ῥωμαίους προφέρεσθαι καὶ κατηγορεῖν τῶν διαβαλλόντων αὐτόν· ἐφʼ ὃν Γάιος πάλιν ἐπαναστάς,

καὶ καλῶς εἰδὼς ἀλλότριον αὐτὸν ὄντα Ῥωμαίων, ὅμως ἐπῄνεσε καὶ πᾶσι τοῖς εἰρημένοις ἀνθωμολογήσατο.

μετὰ δὲ τοῦτον προελθὼν Λυκίσκος ἐπʼ ὀνόματος μὲν οὐδενὸς ἐποιήσατο κατηγορίαν, καθʼ ὑπόνοιαν δὲ πολλῶν.

ἔφη γὰρ περὶ μὲν τῶν κορυφαίων καλῶς βεβουλεῦσθαι Ῥωμαίους, ἀπαγαγόντας αὐτοὺς εἰς τὴν Ῥώμην, λέγων τοὺς περὶ τὸν Εὐπόλεμον καὶ Νίκανδρον,

τοὺς δὲ συναγωνιστὰς καὶ τοὺς παραστάτας τοὺς ἐκείνων ἔτι μένειν κατὰ τὴν Αἰτωλίαν, οὓς δεῖν ἅπαντας τῆς αὐτῆς τυχεῖν ἐκείνοις ἐπιστροφῆς, ἂν μὴ προῶνται τὰ τέκνα Ῥωμαίοις εἰς ὁμηρείαν.