Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὐ μὴν ἐθάρρησαν τοῦτο ποιῆσαι διὰ τὸ μηδεμίαν εὔλογον ἀφορμὴν ἔχειν κατὰ τῶν προειρημένων ἀνδρῶν.

διὸ συναχθείσης αὐτοῖς τῆς βουλῆς εἰς Αἴγιον, ἀσπαστικήν τε καὶ παρακλητικὴν ποιησάμενοι τὴν πρὸς τοὺς Ἀχαιοὺς ἔντευξιν ἀπέπλευσαν εἰς τὴν Αἰτωλίαν.

καὶ πάλιν ἐκεῖ συναχθείσης αὐτοῖς τῆς ἐκκλησίας εἰς Θέρμον, παρελθόντες εἰς τοὺς πολλοὺς παρακλητικοὺς καὶ φιλανθρώπους διετίθεντο λόγους.

τὸ δὲ συνέχον αὐτοῖς τῆς ἐκκλησίας, ὁμήρους ἔφασαν δεῖν δοθῆναι σφίσι παρὰ τῶν Αἰτωλῶν.

τούτων δὲ καταβάντων, Πρόανδρος ἐπαναστὰς ἐβούλετό τινας εὐχρηστίας πρὸς αὐτοῦ γεγενημένας εἰς τοὺς Ῥωμαίους προφέρεσθαι καὶ κατηγορεῖν τῶν διαβαλλόντων αὐτόν· ἐφʼ ὃν Γάιος πάλιν ἐπαναστάς,

καὶ καλῶς εἰδὼς ἀλλότριον αὐτὸν ὄντα Ῥωμαίων, ὅμως ἐπῄνεσε καὶ πᾶσι τοῖς εἰρημένοις ἀνθωμολογήσατο.

μετὰ δὲ τοῦτον προελθὼν Λυκίσκος ἐπʼ ὀνόματος μὲν οὐδενὸς ἐποιήσατο κατηγορίαν, καθʼ ὑπόνοιαν δὲ πολλῶν.

ἔφη γὰρ περὶ μὲν τῶν κορυφαίων καλῶς βεβουλεῦσθαι Ῥωμαίους, ἀπαγαγόντας αὐτοὺς εἰς τὴν Ῥώμην, λέγων τοὺς περὶ τὸν Εὐπόλεμον καὶ Νίκανδρον,