Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἑξῆς δὲ τούτοις ἀπερειδόμενος ἐπὶ τὴν τελευταίαν κατὰ πόλεμον Ἀντιόχου τοῦ πατρὸς ἔγκτησιν,

ἐπὶ δὲ πᾶσιν ἐξαρνούμενος τὴν ὁμολογίαν, ἣν ἔφασαν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν γενέσθαι Πτολεμαίῳ τῷ νεωστὶ μετηλλαχότι πρὸς Ἀντίοχον τὸν ἐκείνου πατέρα, διότι δεῖ λαβεῖν αὐτὸν ἐν φερνῇ Κοίλην Συρίαν, ὅτʼ ἐλάμβανε Κλεοπάτραν τὴν τοῦ νῦν βασιλεύοντος μητέρα.

πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς καὶ πείσας οὐ μόνον αὑτόν, ἀλλὰ καὶ τοὺς ἀπηντηκότας ὡς δίκαια λέγει, τότε μὲν διέπλευσεν εἰς τὴν Ναύκρατιν.

χρησάμενος δὲ καὶ τούτοις φιλανθρώπως καὶ δοὺς ἑκάστῳ τῶν Ἑλλήνων τῶν κατοικούντων χρυσοῦν προῆγεν ἐπὶ τῆς Ἀλεξανδρείας.

τοῖς δὲ πρεσβευταῖς τὴν ἀπόκρισιν ὑπέσχετο δώσειν, ὅταν οἱ περὶ τὸν Ἀριστείδην καὶ Θῆριν ἀνακάμψωσιν ὡς αὐτόν.

ἐξαπεσταλκέναι γὰρ ἐκείνους ἔφη πρὸς τὸν Πτολεμαῖον, βούλεσθαι δὲ πάντων συνίστορας εἶναι καὶ μάρτυρας τοὺς ἀπὸ τῆς Ἑλλάδος πρεσβευτάς. —

ὅτι Εὐλαῖος ὁ εὐνοῦχος ἔπεισε Πτολεμαῖον ἀναλαβόντα τὰ χρήματα, τὴν βασιλείαν προιέμενον τοῖς ἐχθροῖς, ὑποχωρεῖν εἰς Σαμοθρᾴκην·

ἐφʼ ἃ τίς οὐκ ἂν ἐπιστήσας ὁμολογήσειεν ὅτι μέγιστα κακὰ ποιοῦσιν αἱ κακαὶ συντροφίαι τοὺς ἀνθρώπους;

τὸ γὰρ μηδʼ, ἐκτὸς γενόμενον τῶν δεινῶν καὶ τοσοῦτον τόπον ἀποστάντα τῶν ἐχθρῶν, ὁρμῆσαι πρός τι τῶν καθηκόντων, ἄλλως τε καὶ τηλικαύτας ἀφορμὰς ἔχοντα καὶ τοιούτων τόπων κυριεύοντα καὶ τοσούτων πληθῶν, ἀλλʼ εὐθέως αὐτόθεν ἀκονιτὶ παραχωρῆσαι βασιλείας τῆς ἐπιφανεστάτης καὶ μακαριωτάτης, πῶς οὐκ ἄν τις εἶναι φήσειε ψυχῆς ἐκτεθηλυμμένης καὶ διεφθαρμένης ὁλοσχερῶς; ἣν εἰ μὲν συνέβαινε φύσει περὶ Πτολεμαῖον ὑπάρχειν,

τὴν φύσιν ἔδει καταμέμψασθαι καὶ μηδενὶ τῶν ἐκτὸς αἰτίαν ἐπιφέρειν·

ἐπειδὴ δὲ διὰ τῶν μετὰ ταῦτα πράξεων ἡ φύσις ὑπὲρ αὑτῆς ἀπελογήθη, δείξασα τὸν Πτολεμαῖον καὶ στάσιμον ἱκανῶς καὶ γενναῖον ἐν τοῖς κινδύνοις ὑπάρχοντα, δῆλον ὡς εἰκότως ἄν τις τῆς τότε περὶ αὐτὸν γενομένης ἀγεννίας καὶ τῆς ὁρμῆς τῆς εἰς τὴν Σαμοθρᾴκην τὴν αἰτίαν ἐπὶ τὸν σπάδωνα καὶ τὴν τούτου συντροφίαν ἀναφέροι. —

ὅτι Ἀντίοχος μετὰ τὸ καταλιπεῖν Ἀλεξάνδρειαν πολιορκεῖν πρεσβευτὰς εἰς τὴν Ῥώμην ἐξέπεμπεν·

οὗτοι δʼ ἦσαν Μελέαγρος, Σωσιφάνης, Ἡρακλείδης·

συνθεὶς ἑκατὸν καὶ πεντήκοντα τάλαντα, πεντήκοντα μὲν στέφανον Ῥωμαίοις, τὰ δὲ λοιπὰ τῶν χρημάτων εἰς δωρεάν τισιν τῶν κατὰ τὴν Ἑλλάδα πόλεων. —

ὅτι κατὰ τὰς αὐτὰς ἡμέρας κατέπλευσαν ἐκ Ῥόδου πρέσβεις εἰς τὴν Ἀλεξάνδρειαν ἐπὶ τὰς διαλύσεις οἱ περὶ Πράξωνα καὶ μετʼ οὐ πολὺ παρῆσαν εἰς τὴν παρεμβολὴν πρὸς Ἀντίοχον.