Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐχρήσατο βοηθήματι πρὸς τὸ παρὸν τῷ τῆς συγκλήτου δόγματι τῷ κελεύοντι μηδένα προσέχειν τοῖς ὑπὸ τῶν στρατηγῶν γραφομένοις, ἐὰν μὴ τοῦτο ποιῶσιν κατὰ τὸ δόγμα τῆς συγκλήτου.

τοῦτο δʼ οὐκ ἦν προσκείμενον τοῖς γράμμασι.

διὸ καὶ κατεκράτησε τοῦ τὴν ἀναφορὰν ἐπὶ τὸν ὕπατον γενέσθαι καὶ διʼ ἐκείνου παραλυθῆναι τῆς δαπάνης τὸ ἔθνος, οὔσης ὑπὲρ ἑκατὸν εἴκοσι τάλαντα μεγάλα.

τοῖς γε μὴν βουλομένοις διαβάλλειν αὐτὸν πρὸς τὸν Ἄππιον ἀφορμὰς ἔδωκεν, ὅτι διακόψαι τὴν ἐπιβολὴν αὐτοῦ τὴν περὶ τῆς βοηθείας. —

ὅτι οἱ Κυδωνιᾶται κατὰ τὸν καιρὸν τοῦτον ἐποίησαν πρᾶγμα δεινὸν καὶ παράσπονδον ὁμολογουμένως.

καίπερ γὰρ πολλῶν τοιούτων γενομένων κατὰ τὴν Κρήτην, ὅμως ἔδοξεν ὑπεραίρειν τὴν συνήθειαν τὸ τότε γενόμενον.

ὑπαρχούσης γὰρ αὐτοῖς οὐ μόνον φιλίας, ἀλλὰ συμπολιτείας πρὸς Ἀπολλωνιάτας καὶ καθόλου κοινωνίας πάντων τῶν ἐν ἀνθρώποις νομιζομένων δικαίων, καὶ περὶ τούτων κειμένης ἐνόρκου συνθήκης παρὰ τὸν Δία τὸν Ἰδαῖον,

παρασπονδήσαντες τοὺς Ἀπολλωνιάτας κατελάβοντο τὴν πόλιν καὶ τοὺς μὲν ἄνδρας κατέσφαξαν, τὰ δʼ ὑπάρχοντα διήρπασαν, τὰς δὲ γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν πόλιν καὶ τὴν χώραν διανειμάμενοι κατεῖχον. —

ὅτι κατὰ τὴν Κρήτην δεδιότες Κυδωνιᾶται τοὺς Γορτυνίους διὰ τὸ καὶ τῷ πρότερον ἔτει παρʼ ὀλίγον κεκινδυνευκέναι τῇ πόλει τῶν περὶ Νοθοκράτην ἐπιβαλομένων αὐτὴν κατασχεῖν, ἐξέπεμψαν πρέσβεις πρὸς Εὐμένη, βοήθειαν αἰτούμενοι κατὰ τὴν συμμαχίαν.

ὁ δὲ βασιλεὺς προχειρισάμενος Λέοντα καὶ στρατιώτας σὺν τούτῳ τριακοσίους ἐξαπέστειλε κατὰ σπουδήν.

ὧν παραγενομένων οἱ Κυδωνιᾶται τάς τε κλεῖς τῶν πυλῶν τῷ Λέοντι παρέδωκαν καὶ καθόλου τὴν πόλιν ἐνεχείρισαν. —