Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοῦ γὰρ διαβουλίου προτεθέντος ὑπὲρ ὧν ὁ Κέντων ᾐτεῖτο στρατιωτῶν, ἃ μὲν ὁ Μάρκιος αὐτῷ φροντίζειν κατʼ ἰδίαν ἐνετείλατο, ταῦτα φωτίζειν οὐδαμῶς ἔκρινεν· τὸ δὲ μηδεμιᾶς αἰτίας ὑπαρχούσης φανερῶς ἀντιλέγειν τῇ βοηθείᾳ τελείως ἦν ἐπισφαλές. δυσχρήστου δὲ καὶ ποικίλης οὔσης τῆς ὑποθέσεως,

ἐχρήσατο βοηθήματι πρὸς τὸ παρὸν τῷ τῆς συγκλήτου δόγματι τῷ κελεύοντι μηδένα προσέχειν τοῖς ὑπὸ τῶν στρατηγῶν γραφομένοις, ἐὰν μὴ τοῦτο ποιῶσιν κατὰ τὸ δόγμα τῆς συγκλήτου.

τοῦτο δʼ οὐκ ἦν προσκείμενον τοῖς γράμμασι.

διὸ καὶ κατεκράτησε τοῦ τὴν ἀναφορὰν ἐπὶ τὸν ὕπατον γενέσθαι καὶ διʼ ἐκείνου παραλυθῆναι τῆς δαπάνης τὸ ἔθνος, οὔσης ὑπὲρ ἑκατὸν εἴκοσι τάλαντα μεγάλα.

τοῖς γε μὴν βουλομένοις διαβάλλειν αὐτὸν πρὸς τὸν Ἄππιον ἀφορμὰς ἔδωκεν, ὅτι διακόψαι τὴν ἐπιβολὴν αὐτοῦ τὴν περὶ τῆς βοηθείας. —

ὅτι οἱ Κυδωνιᾶται κατὰ τὸν καιρὸν τοῦτον ἐποίησαν πρᾶγμα δεινὸν καὶ παράσπονδον ὁμολογουμένως.

καίπερ γὰρ πολλῶν τοιούτων γενομένων κατὰ τὴν Κρήτην, ὅμως ἔδοξεν ὑπεραίρειν τὴν συνήθειαν τὸ τότε γενόμενον.

ὑπαρχούσης γὰρ αὐτοῖς οὐ μόνον φιλίας, ἀλλὰ συμπολιτείας πρὸς Ἀπολλωνιάτας καὶ καθόλου κοινωνίας πάντων τῶν ἐν ἀνθρώποις νομιζομένων δικαίων, καὶ περὶ τούτων κειμένης ἐνόρκου συνθήκης παρὰ τὸν Δία τὸν Ἰδαῖον,

παρασπονδήσαντες τοὺς Ἀπολλωνιάτας κατελάβοντο τὴν πόλιν καὶ τοὺς μὲν ἄνδρας κατέσφαξαν, τὰ δʼ ὑπάρχοντα διήρπασαν, τὰς δὲ γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν πόλιν καὶ τὴν χώραν διανειμάμενοι κατεῖχον. —