Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι τοῦ Περσέως βουλομένου ἥξειν μετὰ δυνάμεως εἰς τὴν Θετταλίαν καὶ λήψεσθαι τὰ ὅλα κρίσιν ἐκ τῶν κατὰ λόγον, ἔδοξε τοῖς περὶ τὸν Ἄρχωνα διʼ αὐτῶν τῶν πραγμάτων ἀπολογεῖσθαι πάλιν πρὸς τὰς ὑπονοίας καὶ διαβολάς.

εἰσήνεγκαν οὖν εἰς τοὺς Ἀχαιοὺς δόγμα διότι δεῖ πανδημεὶ ποιησαμένους τὴν ἔξοδον εἰς Θετταλίαν κοινωνῆσαι τῶν πραγμάτων ὁλοσχερῶς τοῖς Ῥωμαίοις.

καὶ τούτου κυρωθέντος ἔδοξε τοῖς Ἀχαιοῖς τὸν Ἄρχωνα γίνεσθαι περὶ τὴν συναγωγὴν τοῦ στρατεύματος καὶ περὶ τὰς εἰς τὴν ἔξοδον παρασκευάς, πρὸς δὲ τὸν ὕπατον πρεσβευτὰς πέμπειν εἰς Θετταλίαν τοὺς τὰ δεδογμένα τοῖς Ἀχαιοῖς διασαφήσοντας καὶ πευσομένους πότε καὶ ποῦ δεῖ συμμιγνύειν αὐτῷ τὸ στρατόπεδον.