Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

συνέβαινε δὲ κρατεῖν τὸν Ἀντίοχον τῶν κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πραγμάτων.

ἐξ οὗ γὰρ Ἀντίοχος ὁ πατὴρ τοῦ νῦν λεγομένου βασιλέως ἐνίκησε τῇ περὶ τὸ Πάνιον μάχῃ τοὺς Πτολεμαίου στρατηγούς, ἀπʼ ἐκείνων τῶν χρόνων ἐπείθοντο πάντες οἱ προειρημένοι τόποι τοῖς ἐν Συρίᾳ βασιλεῦσιν.

διόπερ ὁ μὲν Ἀντίοχος ἡγούμενος τὴν κατὰ πόλεμον ἰσχυροτάτην καὶ καλλίστην εἶναι κτῆσιν, ὡς ὑπὲρ ἰδίων ἐποιεῖτο τὴν σπουδήν·

ὁ δὲ Πτολεμαῖος ἀδίκως ὑπολαμβάνων τὸν πρότερον Ἀντίοχον συνεπιθέμενον τῇ τοῦ πατρὸς ὀρφανίᾳ παρῃρῆσθαι τὰς κατὰ Κοίλην Συρίαν πόλεις αὐτῶν, οὐχ οἷός τʼ ἦν ἐκείνῳ παραχωρεῖν τῶν τόπων τούτων. διόπερ οἱ περὶ τὸν Μελέαγρον ἧκον,

ἐντολὰς ἔχοντες μαρτύρεσθαι τὴν σύγκλητον διότι Πτολεμαῖος αὐτῷ παρὰ πάντα τὰ δίκαια τὰς χεῖρας ἐπιβάλλει πρότερος,

οἱ δὲ περὶ τὸν Τιμόθεον περί τε τῆς τῶν φιλανθρώπων ἀνανεώσεως καὶ τοῦ διαλύειν τὸν πρὸς Περσέα πόλεμον, μάλιστα δὲ παρατηρεῖν τὰς τῶν περὶ τὸν Μελέαγρον ἐντεύξεις.

περὶ μὲν οὖν τῆς διαλύσεως οὐκ ἐθάρρησαν εἰπεῖν, Μάρκου συμβουλεύσαντος αὐτοῖς Αἰμιλίου· περὶ δὲ τῶν φιλανθρώπων ἀνανεωσάμενοι καὶ λαβόντες ἀποκρίσεις ἀκολούθους τοῖς ἀξιουμένοις ἐπανῆλθον εἰς τὴν Ἀλεξάνδρειαν.

τοῖς δὲ περὶ τὸν Μελέαγρον ἡ σύγκλητος ἀπεκρίθη διότι Κοΐντῳ Μαρκίῳ δώσει τὴν ἐπιτροπὴν γράψαι περὶ τούτων πρὸς Πτολεμαῖον, ὡς αὐτῷ δοκεῖ συμφέρειν ἐκ τῆς ἰδίας πίστεως. καὶ ταῦτα μὲν οὕτως ἐχειρίσθη κατὰ τὸ παρόν. —

ὅτι κατὰ τοὺς καιροὺς τούτους ἦλθον καὶ παρὰ Ῥοδίων πρέσβεις, ἤδη τῆς θερείας ληγούσης, Ἁγησίλοχος καὶ Νικαγόρας καὶ Νίκανδρος,

τήν τε φιλίαν ἀνανεωσόμενοι καὶ σίτου θέλοντες ἐξαγωγὴν λαβεῖν, ἅμα δὲ καὶ περὶ τῶν διαβολῶν ἀπολογησόμενοι τῶν λεγομένων κατὰ τῆς πόλεως.

ἐκφανέστατα γὰρ ἐδόκουν στασιάζειν [ἐν τῇ Ῥόδῳ] οἱ μὲν περὶ τὸν Ἀγαθάγητον καὶ Φιλόφρονα καὶ Ῥοδοφῶντα καὶ Θεαίδητον, ἀπερειδόμενοι πάσας τὰς ἐλπίδας ἐπὶ Ῥωμαίους, οἱ δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον ἐπὶ Περσέα καὶ Μακεδόνας.

ἐξ ὧν πλεονάκις ἐν τοῖς ἐκείνων πράγμασιν ἀντιρρήσεως γινομένης, καὶ διελκομένων τῶν διαβουλίων, ἐλάμβανον ἀφορμὰς οἱ βουλόμενοι λογοποιεῖν κατὰ τῆς πόλεως.

οὐ μὴν ἥ γε σύγκλητος τότε προσεποιήθη τούτων οὐδέν, καίπερ σαφῶς εἰδυῖα τὰ γενόμενα παρʼ αὐτοῖς· σίτου δʼ ἔδωκε δέκα μυριάδας μεδίμνων ἐξάγειν ἐκ Σικελίας.