Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὡς δέ γε προβαίνων ἐφάμιλλος ἐφαίνετο κατὰ τὸν ἀγῶνα καί που καὶ τραῦμα καίριον ἐποίησε, κρότος ἐγίνετο καὶ συνεξέπιπτον οἱ πολλοὶ ταῖς ὁρμαῖς, θαρρεῖν παρακαλοῦντες τὸν Ἀριστόνικον.

ἐν ᾧ καιρῷ φασι τὸν Κλειτόμαχον ἀποστάντα καὶ διαπνεύσαντα βραχὺν χρόνον, ἐπιστρέψαντα πρὸς τὰ πλήθη πυνθάνεσθαι τί βουλόμενοι παρακαλοῦσι τὸν Ἀριστόνικον καὶ συναγωνίζονται ʼκείνῳ καθʼ ὅσον εἰσὶ δυνατοί,

πότερον οὐ συνοίδασιν αὐτῷ ποιοῦντι τὰ δίκαια κατὰ τὴν ἄθλησιν ἢ τοῦτʼ ἀγνοοῦσι διότι Κλειτόμαχος μὲν ἀγωνίζεται νῦν ὑπὲρ τῆς τῶν Ἑλλήνων δόξης, Ἀριστόνικος δὲ περὶ τῆς Πτολεμαίου τοῦ βασιλέως.

πότερον ἂν οὖν βουληθεῖεν τὸν Ὀλυμπίασι στέφανον Αἰγύπτιον ἀποφέρειν ἄνθρωπον νικήσαντα τοὺς Ἕλληνας, ἢ Θηβαῖον καὶ Βοιώτιον κηρύττεσθαι νικῶντα τῇ πυγμῇ τοὺς ἄνδρας.

ταῦτα δʼ εἰπόντος τοῦ Κλειτομάχου τηλικαύτην φασὶ γενέσθαι τὴν μετάπτωσιν τῶν πολλῶν ὥστε πάλιν ἐκ μεταβολῆς μᾶλλον ὑπὸ τοῦ πλήθους ἢ τοῦ Κλειτομάχου καταγωνισθῆναι τὸν Ἀριστόνικον.