Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δὲ περὶ τὸν Πάνταυχον ταῦτʼ ἀκούσαντες ἐπανῆλθον καὶ διεσάφουν τῷ Περσεῖ καὶ τοῖς φίλοις.

ὧν τινες ἐκπληττόμενοι τὴν ὑπερηφανίαν παρωξύνοντο καὶ συνεβούλευον τῷ Περσεῖ μήτε διαπρεσβεύεσθαι μηκέτι μήτε διαπέμπεσθαι περὶ μηδενός.

οὐ μὴν ὁ Περσεὺς τοιοῦτος ἦν, ἀλλὰ προστιθεὶς καὶ τὸ πλῆθος αὔξων τῶν χρημάτων διεπέμπετο πλεονάκις πρὸς τὸν Λικίννιον. προκόπτων δʼ οὐδέν,

ἀλλὰ καὶ τῶν πλείστων φίλων ἐπιτιμώντων αὐτῷ καὶ φασκόντων ὅτι νικῶν ποιεῖ τὰ τοῦ λειπομένου καὶ τοῖς ὅλοις ἐπταικότος,

οὕτως ἠναγκάσθη τὰς διαπρεσβείας ἀπογνοὺς μεταστρατοπεδεῦσαι πάλιν ἐπὶ τὸ Συκύριον. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν. —

ὅτι τῆς κατὰ τὴν ἱππομαχίαν φήμης μετὰ τὴν νίκην τῶν Μακεδόνων εἰς τὴν Ἑλλάδα διαγγελθείσης ἐξέλαμψε καθαπερεὶ πῦρ ἡ τῶν πολλῶν πρὸς τὸν Περσέα διάθεσις, τὸν πρὸ τούτου χρόνον ἐπικρυπτομένων τῶν πλείστων.