Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Τιμαγόρας. ὃς καὶ καταλαβὼν ἐν Τενέδῳ Διοφάνην, ἀπεσταλμένον ὑπὸ τοῦ Περσέως πρὸς Ἀντίοχον, αὐτοῦ μὲν οὐκ ἐγενήθη κύριος, τοῦ δὲ πληρώματος.

ὁ δὲ Λοκρήτιος πάντας ἀποδεξάμενος φιλανθρώπως τοὺς κατὰ θάλατταν παραγεγονότας συμμάχους ἀπέλυσε τῆς χρείας, φήσας οὐ προσδεῖσθαι τὰ πράγματα τῆς κατὰ θάλατταν βοηθείας. —

ὅτι μετὰ τὴν νίκην τῶν Μακεδόνων, συνεδρίου παρὰ τῷ Περσεῖ συναχθέντος, ὑπέδειξάν τινες τῶν φίλων διότι δεῖ πρεσβείαν πέμψαι τὸν βασιλέα πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων,

ἐπιδεχόμενον ἔτι καὶ νῦν ὅτι φόρους δώσει Ῥωμαίοις, ὅσους πρότερον ὑπέσχετο [ὁ] πατὴρ καταπολεμηθείς, καὶ τόπων ἐκχωρήσει τῶν αὐτῶν.

ἐάν τε γὰρ δέξωνται τὰς διαλύσεις, καλὴν ἔφασαν ἔσεσθαι τῷ βασιλεῖ τὴν ἐξαγωγὴν τοῦ πολέμου, πεπροτερηκότι διὰ τῶν ὑπαίθρων, καὶ καθόλου πρὸς τὸ μέλλον εὐλαβεστέρους ὑπάρξειν τοὺς Ῥωμαίους, πεῖραν εἰληφότας τῆς Μακεδόνων ἀνδρείας εἰς τὸ μηδὲν ἄδικον μηδὲ βαρὺ προστάττειν Μακεδόσιν.

ἐάν τε μὴ δέξωνται θυμομαχοῦντες ἐπὶ τοῖς γεγονόσιν, ἐκείνοις μὲν δικαίως νεμεσήσειν τὸ δαιμόνιον, αὐτῷ δὲ διὰ τὴν μετριότητα συναγωνιστὰς ὑπάρξειν τοὺς θεοὺς καὶ τοὺς ἀνθρώπους.