Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι Περσεὺς πυνθανόμενος ἔτι τινὰς τῶν ἐν τῇ Βοιωτίᾳ πόλεις ἀντέχεσθαι τῆς πρὸς αὐτὸν εὐνοίας, Ἀντίγονον ἐξαπέστειλε τὸν Ἀλεξάνδρου πρεσβευτήν.

ὃς καὶ παραγενόμενος εἰς Βοιωτοὺς τὰς μὲν ἄλλας πόλεις παρῆκε διὰ τὸ μηδεμίαν ἀφορμὴν λαμβάνειν ἐπιπλοκῆς,

εἰς δὲ Κορώνειαν καὶ Θίσβας, ἔτι δʼ Ἁλίαρτον εἰσελθὼν παρεκάλεσε τοὺς ἀνθρώπους ἀντέχεσθαι τῆς πρὸς Μακεδόνας εὐνοίας.

τῶν δὲ προθύμως ἀποδεχομένων τὰ λεγόμενα καὶ πρεσβευτὰς ψηφισαμένων πέμπειν εἰς Μακεδονίαν, οὗτος μὲν ἀπέπλευσε καὶ συμμίξας τῷ βασιλεῖ διεσάφει τὰ κατὰ τὴν Βοιωτίαν.

παραγενομένων δὲ καὶ τῶν πρεσβευτῶν μετʼ ὀλίγον καὶ παρακαλούντων βοήθειαν ἐκπέμψαι ταῖς πόλεσι ταῖς αἱρουμέναις τὰ Μακεδόνων·

τοὺς γὰρ Θηβαίους βαρεῖς ὄντας ἐπικεῖσθαι καὶ παρενοχλεῖν αὐτοὺς διὰ τὸ μὴ βούλεσθαι συμφρονεῖν σφίσιν μηδʼ αἱρεῖσθαι τὰ Ῥωμαίων·

ἅπερ ὁ Περσεὺς διακούσας βοήθειαν μὲν οὐδαμῶς ἔφη δύνασθαι πέμπειν οὐδενὶ διὰ τὰς ἀνοχάς,

καθόλου δʼ αὐτοὺς παρεκάλει Θηβαίους μὲν ἀμύνασθαι κατὰ δύναμιν, Ῥωμαίοις δὲ μὴ πολεμεῖν, ἀλλὰ τὴν ἡσυχίαν ἔχειν. —

ὅτι οἱ Ῥωμαῖοι τῶν ἀπὸ τῆς Ἀσίας παραγεγονότων πρεσβευτῶν διακούσαντες τά τε κατὰ τὴν Ῥόδον καὶ τὰ κατὰ τὰς ἄλλας πόλεις προσεκαλέσαντο τοὺς παρὰ τοῦ Περσέως πρεσβευτάς.

οἱ δὲ περὶ τὸν Σόλωνα καὶ τὸν Ἱππίαν ἐπειρῶντο μὲν καὶ περὶ τῶν ὅλων λέγειν τι καὶ παραιτεῖσθαι τὴν σύγκλητον· τὸ δὲ πλέον ἀπελογοῦντο περὶ τῆς ἐπιβουλῆς τῆς κατὰ τὸν Εὐμένη. ληξάντων δὲ τῆς δικαιολογίας αὐτῶν,

πάλαι προδιειληφότες ὑπὲρ τοῦ πολεμεῖν προσέταξαν αὐτοῖς ἐκ μὲν τῆς Ῥώμης εὐθέως ἀπαλλάττεσθαι καὶ τοῖς ἄλλοις ἅπασιν Μακεδόσιν, ὅσοι παρεπιδημοῦντες ἔτυχον, ἐκ δὲ τῆς Ἰταλίας ἐν τριάκονθʼ ἡμέραις ἐκχωρεῖν.

μετὰ δὲ ταῦτα τοὺς ὑπάτους ἀνακαλεσάμενοι παρώρμων ἔχεσθαι τοῦ καιροῦ καὶ μὴ καθυστερεῖν. —

ὅτι Γάιος ἔτι περὶ τὴν Κεφαλληνίαν ὁρμῶν ἐξέπεμψε τοῖς Ῥοδίοις γράμματα περὶ πλοίων ἐξαποστολῆς, συνθεὶς τὴν ἐπιστολὴν ἀλείπτῃ τινὶ Σωκράτει.

παραγενομένων δὲ τῶν γραμμάτων εἰς τὴν Ῥόδον, Στρατοκλέους πρυτανεύοντος τὴν δευτέραν ἕκμηνον,

καὶ τοῦ διαβουλίου προτεθέντος, τοῖς μὲν περὶ τὸν Ἀγαθάγητον καὶ Ῥοδοφῶντα καὶ Ἀστυμήδην καὶ ἑτέροις πλείοσιν ἐδόκει πέμπειν τὰς ναῦς καὶ συνάπτεσθαι τῆς ἀρχῆς εὐθέως τοῦ πολέμου, μηδεμίαν πρόφασιν ποιουμένους.