Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἴσως μὲν οὖν ἐν πᾶσι τοῖς ἀνθρωπείοις τῷ καιρῷ δεῖ μετρεῖν ἕκαστα τῶν ἐνεργουμένων· μεγίστην γὰρ οὗτος ἔχει δύναμιν· μάλιστα δʼ ἐν τοῖς πολεμικοῖς·

ὀξύταται γὰρ περὶ τούτων εἰς ἑκάτερα τὰ μέρη γίνονται ῥοπαί· τὸ δʼ ἀστοχεῖν τούτων μέγιστόν ἐστι τῶν ἁμαρτημάτων. —

ὅτι δοκοῦσι πολλοὶ μὲν τῶν ἀνθρώπων ἐπιθυμεῖν τῶν καλῶν, ὀλίγοι δὲ τολμᾶν ἐγχειρεῖν αὐτοῖς, σπάνιοι δὲ τῶν ἐγχειρησάντων ἐπὶ τέλος ἀγαγεῖν τὰ πρὸς τὸ καθῆκον ἐν ἑκάστοις ποιούμενα.

ὅτι τοῦ πολέμου τοῦ περὶ Κοίλης Συρίας ἤδη καταρχὴν λαβόντος Ἀντιόχῳ καὶ Πτολεμαίῳ τοῖς βασιλεῦσιν, ἧκον πρέσβεις εἰς τὴν Ῥώμην παρὰ μὲν Ἀντιόχου Μελέαγρος καὶ Σωσιφάνης καὶ Ἡρακλείδης, παρὰ δὲ Πτολεμαίου Τιμόθεος καὶ Δάμων.

συνέβαινε δὲ κρατεῖν τὸν Ἀντίοχον τῶν κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πραγμάτων.

ἐξ οὗ γὰρ Ἀντίοχος ὁ πατὴρ τοῦ νῦν λεγομένου βασιλέως ἐνίκησε τῇ περὶ τὸ Πάνιον μάχῃ τοὺς Πτολεμαίου στρατηγούς, ἀπʼ ἐκείνων τῶν χρόνων ἐπείθοντο πάντες οἱ προειρημένοι τόποι τοῖς ἐν Συρίᾳ βασιλεῦσιν.

διόπερ ὁ μὲν Ἀντίοχος ἡγούμενος τὴν κατὰ πόλεμον ἰσχυροτάτην καὶ καλλίστην εἶναι κτῆσιν, ὡς ὑπὲρ ἰδίων ἐποιεῖτο τὴν σπουδήν·

ὁ δὲ Πτολεμαῖος ἀδίκως ὑπολαμβάνων τὸν πρότερον Ἀντίοχον συνεπιθέμενον τῇ τοῦ πατρὸς ὀρφανίᾳ παρῃρῆσθαι τὰς κατὰ Κοίλην Συρίαν πόλεις αὐτῶν, οὐχ οἷός τʼ ἦν ἐκείνῳ παραχωρεῖν τῶν τόπων τούτων. διόπερ οἱ περὶ τὸν Μελέαγρον ἧκον,

ἐντολὰς ἔχοντες μαρτύρεσθαι τὴν σύγκλητον διότι Πτολεμαῖος αὐτῷ παρὰ πάντα τὰ δίκαια τὰς χεῖρας ἐπιβάλλει πρότερος,

οἱ δὲ περὶ τὸν Τιμόθεον περί τε τῆς τῶν φιλανθρώπων ἀνανεώσεως καὶ τοῦ διαλύειν τὸν πρὸς Περσέα πόλεμον, μάλιστα δὲ παρατηρεῖν τὰς τῶν περὶ τὸν Μελέαγρον ἐντεύξεις.