Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὗτοι μὲν μεταπεμψάμενοι Σέρουιον ἐξ Ἄργους καὶ καταλιπόντες ἐπὶ τῆς Χαλκίδος προῆγον ἐπὶ Πελοπόννησον, Νέων δὲ μετά τινας ἡμέρας ἀνεχώρησεν εἰς Μακεδονίαν.

οἱ δὲ περὶ τὸν Ἰσμηνίαν καὶ Δικέταν τότε μὲν ἀπήχθησαν εἰς φυλακήν, μετὰ δέ τινα χρόνον ἀπήλλαξαν αὑτοὺς ἐκ τοῦ ζῆν.

τὸ δὲ τῶν Βοιωτῶν ἔθνος ἐπὶ πολὺν χρόνον συντετηρηκὸς τὴν κοινὴν συμπολιτείαν καὶ πολλοὺς καὶ ποικίλους καιροὺς διαπεφευγὸς παραδόξως τότε προπετῶς καὶ ἀλογίστως ἑλόμενον τὰ παρὰ Περσέως, εἰκῇ καὶ παιδαριωδῶς πτοηθὲν κατελύθη καὶ διεσκορπίσθη κατὰ πόλεις.

οἱ δὲ περὶ τὸν Αὖλον καὶ Μάρκιον παραγενηθέντες εἰς τὴν τῶν Ἀργείων πόλιν ἐχρημάτισαν ταῖς συναρχίαις ταῖς τῶν Ἀχαιῶν καὶ παρεκάλεσαν Ἄρχωνα τὸν στρατηγὸν χιλίους ἐκπέμψαι στρατιώτας εἰς Χαλκίδα, παραφυλάξοντας τὴν πόλιν μέχρι τῆς Ῥωμαίων διαβάσεως.

τοῦ δʼ Ἄρχωνος ἑτοίμως συνυπακούσαντος, οὗτοι μὲν ταῦτα διαπράξαντες ἐν τοῖς Ἕλλησι κατὰ χειμῶνα καὶ τῷ Ποπλίῳ συμμίξαντες ἀπέπλεον εἰς τὴν Ῥώμην. —

ὅτι οἱ περὶ τὸν Τεβέριον καὶ Ποστόμιον καὶ Ἰούνιον κατὰ τοὺς αὐτοὺς καιροὺς ἐπιπορευόμενοι τὰς νήσους καὶ τὰς κατὰ τὴν Ἀσίαν πόλεις πλεῖστον δʼ ἐν τῇ Ῥόδῳ,

καίπερ οὐ προσδεομένων τῶν Ῥοδίων κατὰ τοὺς τότε χρόνους.

Ἁγησίλοχος γάρ, τότε πρυτανεύων, ἀνὴρ τῶν εὐδοκιμούντων, ὁ καὶ μετὰ ταῦτα πρεσβεύσας εἰς τὴν Ῥώμην, ἔτι πρότερον ἅμα τῷ φανερὸν γενέσθαι διότι μέλλουσι πολεμεῖν Ῥωμαῖοι τῷ Περσεῖ, τἄλλα τε παρακεκλήκει τοὺς πολλοὺς ὑπὲρ τοῦ κοινωνεῖν τῶν αὐτῶν ἐλπίδων καὶ τετταράκοντα ναῦς συμβουλεύσας τοῖς Ῥοδίοις ὑποζωννύειν,

ἵνʼ, ἐάν τις ἐκ τῶν καιρῶν γένηται χρεία, μὴ τότε παρασκευάζωνται πρὸς τὸ παρακαλούμενον, ἀλλʼ ἑτοίμως διακείμενοι πράττωσι τὸ κριθὲν ἐξ αὐτῆς.

ἃ τότε προφερόμενος τοῖς Ῥωμαίοις καὶ δεικνὺς ὑπὸ τὴν ὄψιν τὰς παρασκευάς, εὐδοκουμένους τῇ πόλει τοὺς πρεσβευτὰς ἐξαπέστειλεν. οἱ δὲ περὶ τὸν Τεβέριον ἀποδεδεγμένοι τὴν τῶν Ῥοδίων εὔνοιαν ἐκομίζοντο εἰς τὴν Ῥώμην. —