Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

εὐθύς τε παρήγγειλαν πρεσβεύειν πᾶσι τοῖς ἀπὸ τῶν πόλεων εἰς τὴν Ῥώμην, διδόντας αὑτοὺς εἰς τὴν πίστιν κατʼ ἰδίαν ἑκάστους.

πάντων δὲ κατὰ τὴν πρόθεσιν αὐτοῖς χωρούντων — ταῦτα δʼ ἦν τὸ διαλῦσαι τῶν Βοιωτῶν τὸ ἔθνος καὶ λυμήνασθαι τὴν τῶν πολλῶν εὔνοιαν πρὸς τὴν Μακεδόνων οἰκίαν —

οὗτοι μὲν μεταπεμψάμενοι Σέρουιον ἐξ Ἄργους καὶ καταλιπόντες ἐπὶ τῆς Χαλκίδος προῆγον ἐπὶ Πελοπόννησον, Νέων δὲ μετά τινας ἡμέρας ἀνεχώρησεν εἰς Μακεδονίαν.

οἱ δὲ περὶ τὸν Ἰσμηνίαν καὶ Δικέταν τότε μὲν ἀπήχθησαν εἰς φυλακήν, μετὰ δέ τινα χρόνον ἀπήλλαξαν αὑτοὺς ἐκ τοῦ ζῆν.

τὸ δὲ τῶν Βοιωτῶν ἔθνος ἐπὶ πολὺν χρόνον συντετηρηκὸς τὴν κοινὴν συμπολιτείαν καὶ πολλοὺς καὶ ποικίλους καιροὺς διαπεφευγὸς παραδόξως τότε προπετῶς καὶ ἀλογίστως ἑλόμενον τὰ παρὰ Περσέως, εἰκῇ καὶ παιδαριωδῶς πτοηθὲν κατελύθη καὶ διεσκορπίσθη κατὰ πόλεις.