Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοῦτο δʼ ἄν τις τεκμήραιτο ἔκ τε τοῦ παρʼ Ἀθηναίοις Ὀλυμπιείου καὶ τῶν περὶ τὸν ἐν Δήλῳ βωμὸν ἀνδριάντων.

ἐλούετο δὲ κἀν τοῖς δημοσίοις βαλανείοις, ὅτε δημοτῶν ἦν τὰ βαλανεῖα πεπληρωμένα, κεραμίων εἰσφερομένων αὐτῷ μύρων τῶν πολυτελεστάτων.

ὅτε καί τινος εἰπόντος "3Μακάριοί ἐστε ὑμεῖς οἱ βασιλεῖς οἱ καὶ τούτοις χρώμενοι καὶ ὀδωδότες ἡδύ"3 [καὶ] μηδὲν τὸν ἄνθρωπον προσειπών, ὅπου ʼκεῖνος τῇ ἑξῆς ἐλοῦτο, ἐπεισελθὼν ἐποίησεν αὐτοῦ καταχυθῆναι τῆς κεφαλῆς μέγιστον κεράμιον πολυτελεστάτου μύρου, τῆς στακτῆς καλουμένης,

ὡς πάντας ἀναστάντας κυλίεσθαι τοὺς λουομένους τῷ μύρῳ καὶ διὰ τὴν γλισχρότητα καταπίπτοντας γέλωτα παρέχειν, καθάπερ καὶ αὐτὸν τὸν βασιλέα.

ὅτι ἐν τῷ καιρῷ τούτῳ παρεγένοντο πρέσβεις παρὰ μὲν Θεσπιέων οἱ περὶ Λασῆν καὶ Καλλέαν, παρὰ δὲ Νέωνος Ἰσμηνίας,

οἱ μὲν περὶ Λασῆν ἐγχειρίζοντες τὴν ἑαυτῶν πατρίδα Ῥωμαίοις, ὁ δʼ Ἰσμηνίας κατὰ κοινὸν πάσας τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις διδοὺς εἰς τὴν τῶν πρεσβευτῶν πίστιν.