Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι ἡ σύγκλητος, παραγενομένων τῶν ἐκ τῆς Ῥόδου πρεσβευτῶν, διακούσασα τῶν λόγων ὑπερέθετο τὴν ἀπόκρισιν.

ἡκόντων δὲ τῶν Δαρδανίων καὶ περὶ τοῦ πλήθους τῶν Βασταρνῶν καὶ περὶ τοῦ μεγέθους τῶν ἀνδρῶν καὶ τῆς ἐν τοῖς κινδύνοις τόλμης ἐξηγουμένων,

καὶ διασαφούντων περὶ τῆς Περσέως κοινοπραγίας καὶ τῶν Γαλατῶν καὶ φασκόντων τοῦτον ἀγωνιᾶν μᾶλλον ἢ τοὺς Βαστάρνας καὶ διὰ ταῦτα δεομένων σφίσι βοηθεῖν,

παρόντων δὲ καὶ Θετταλῶν καὶ συνεπιμαρτυρούντων τοῖς Δαρδανίοις καὶ παρακαλούντων καὶ τούτων ἐπὶ τὴν βοήθειαν,

ἔδοξε τῇ συγκλήτῳ πέμψαι τινὰς τοὺς αὐτόπτας ἐσομένους τῶν προσαγγελλομένων.

καὶ παραυτίκα καταστήσαντες Αὖλον Ποστόμιον ἐξαπέστειλαν καὶ σὺν τούτῳ τινὰς τῶν νέων.