Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοιαύτης δʼ οὔσης τῆς ἀντιλογίας ἔδοξε τοῖς Ἀχαιοῖς πρεσβευτὰς ἐξαποστεῖλαι πρὸς τὴν σύγκλητον τοὺς διδάξοντας ἃ Λυκόρτας λέγει.

καὶ παραυτίκα κατέστησαν πρεσβευτὰς Καλλικράτην Λεοντήσιον, Λυδιάδαν Μεγαλοπολίτην, Ἄρατον Σικυώνιον· καὶ δόντες ἐντολὰς ἀκολούθους τοῖς προειρημένοις ἐξαπέστειλαν.

ὧν παραγενομένων εἰς τὴν Ῥώμην, εἰσελθὼν ὁ Καλλικράτης εἰς τὴν σύγκλητον τοσοῦτον ἀπέσχε τοῦ ταῖς ἐντολαῖς ἀκολούθως διδάσκειν τὸ συνέδριον ὥστε τοὐναντίον ἐκ καταβολῆς ἐπεχείρησεν οὐ μόνον τῶν ἀντιπολιτευομένων κατηγορεῖν θρασέως, ἀλλὰ καὶ τὴν σύγκλητον

νουθετεῖν. ἔφη γὰρ αὐτοὺς τοὺς Ῥωμαίους αἰτίους εἶναι τοῦ μὴ πειθαρχεῖν αὐτοῖς τοὺς Ἕλληνας, ἀλλὰ παρακούειν καὶ τῶν γραφομένων καὶ τῶν παραγγελλομένων.

δυεῖν γὰρ οὐσῶν αἱρέσεων κατὰ τὸ παρὸν ἐν πάσαις ταῖς δημοκρατικαῖς πολιτείαις, καὶ τῶν μὲν φασκόντων δεῖν ἀκολουθεῖν τοῖς γραφομένοις ὑπὸ Ῥωμαίων καὶ μήτε νόμον μήτε στήλην μήτʼ ἄλλο μηθὲν προυργιαίτερον νομίζειν τῆς Ῥωμαίων προαιρέσεως,

τῶν δὲ τοὺς νόμους προφερομένων καὶ τοὺς ὅρκους καὶ στήλας καὶ παρακαλούντων τὰ πλήθη μὴ ῥᾳδίως ταῦτα παραβαίνειν,

ἀχαϊκωτέραν εἶναι παρὰ πολὺ ταύτην τὴν ὑπόθεσιν καὶ νικητικωτέραν ἐν τοῖς πολλοῖς.