Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

" διόπερ ἔφη δεῖν ἢ τοῦτο συγχωρεῖν ὡς οὐδὲν ἰσχύει δίκαιον παρὰ Ῥωμαίοις ἢ μηδὲ τολμῶντας τοῦτο λέγειν χρῆσθαι τοῖς δικαίοις καὶ μὴ προΐεσθαι σφᾶς, ἔχοντάς γε δὴ μεγίστας καὶ καλλίστας ἀφορμὰς πρὸς Ῥωμαίους.

ὅτι μὲν γὰρ ἥξει ποτὲ τοῖς Ἕλλησιν ὁ καιρὸς οὗτος, ἐν ᾧ δεήσει ποιεῖν κατʼ ἀνάγκην πᾶν τὸ παραγγελλόμενον, σαφῶς ἔφη γινώσκειν· "ἀλλὰ πότερα τοῦτον ὡς τάχιστά τις ἂν ἰδεῖν βουληθείη γενόμενον ἢ τοὐναντίον ὡς βραδύτατα; δοκῶ μὲν γὰρ ὡς βραδύτατα.

" διὸ καὶ τούτῳ διαφέρειν ἔφη τὴν Ἀρισταίνου πολιτείαν τῆς ἑαυτοῦ· ἐκεῖνον μὲν γὰρ σπουδάζειν ὡς τάχιστα τὸ χρεὼν ἰδεῖν γενόμενον καὶ συνεργεῖν τούτῳ κατὰ δύναμιν· αὐτὸς δὲ πρὸς τοῦτʼ ἀντερείδειν καὶ διωθεῖσθαι, καθʼ ὅσον ἐστὶ δυνατός.

οὐ μὴν ἀλλʼ ἐκ τῶν προειρημένων δῆλον ὡς συνέβαινε γίνεσθαι τοῦ μὲν καλήν, τοῦ δʼ εὐσχήμονα τὴν πολιτείαν, ἀμφοτέρας γε μὴν ἀσφαλεῖς·

τοιγαροῦν μεγίστων καιρῶν τότε περιστάντων καὶ Ῥωμαίους καὶ τοὺς Ἕλληνας τῶν τε κατὰ Φίλιππον καὶ κατʼ Ἀντίοχον, ὅμως ἀμφότεροι διετήρησαν ἀκέραια τὰ δίκαια τοῖς Ἀχαιοῖς πρὸς Ῥωμαίους·

φήμη δέ τις ἐνέτρεχεν ὡς Ἀρισταίνου Ῥωμαίοις εὐνουστέρου μᾶλλον ἢ Φιλοποίμενος ὑπάρχοντος.

ὅτι κατὰ τὴν Ἀσίαν Φαρνάκης ὁ βασιλεύς, πάλιν ὀλιγωρήσας τῆς γεγενημένης ἐπὶ Ῥωμαίους ἀναφορᾶς, Λεώκριτον μὲν ἔτι κατὰ χειμῶνα μετὰ μυρίων στρατιωτῶν ἐξαπέστειλε πορθήσοντα τὴν Γαλατίαν,

αὐτὸς δὲ τῆς ἐαρινῆς ὥρας ὑποφαινούσης ἥθροιζε τὰς δυνάμεις, ὡς ἐμβαλῶν εἰς τὴν Καππαδοκίαν.