Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι Φιλοποίμενα καὶ Ἀρίσταινον τοὺς Ἀχαιοὺς συνέβη οὔτε τὴν φύσιν ὁμοίαν σχεῖν οὔτε τὴν αἵρεσιν τῆς πολιτείας.

ἦν γὰρ ὁ μὲν Φιλοποίμην εὖ πεφυκὼς πρὸς τὰς πολεμικὰς χρείας καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν, ὁ δʼ ἕτερος πρὸς τὰ πολιτικὰ τῶν διαβουλίων.

τῇ δʼ αἱρέσει κατὰ τὴν πολιτείαν τοῦτο διέφερον ἀλλήλων. τῆς γὰρ Ῥωμαίων ὑπεροχῆς ἤδη τοῖς Ἑλληνικοῖς πράγμασιν ἐμπλεκομένης ὁλοσχερῶς κατά τε τοὺς Φιλιππικοὺς καὶ τοὺς Ἀντιοχικοὺς καιρούς,

ὁ μὲν Ἀρίσταινος ἦγε τὴν ἀγωγὴν τῆς πολιτείας οὕτως ὥστε πᾶν τὸ πρόσφορον Ῥωμαίοις ἐξ ἑτοίμου ποιεῖν, ἔνια δὲ καὶ πρὶν ἢ προστάξαι ʼκείνους.

ἐπειρᾶτο μέντοι γε τῶν νόμων ἔχεσθαι δοκεῖν καὶ τὴν τοιαύτην ἐφείλκετο φαντασίαν, εἴκων, ὁπότε τούτων ἀντιπίπτοι τις προδήλως τοῖς ὑπὸ Ῥωμαίων γραφομένοις.

ὁ δὲ Φιλοποίμην, ὅσα μὲν εἴη τῶν παρακαλουμένων ἀκόλουθα τοῖς νόμοις καὶ τῇ συμμαχίᾳ, πάντα συγκατῄνει καὶ συνέπραττεν ἀπροφασίστως,

ὅσα δὲ τούτων ἐκτὸς ἐπιτάττοιεν, οὐχ οἷός τʼ ἦν ἐθελοντὴν συνυπακούειν, ἀλλὰ τὰς μὲν ἀρχὰς ἔφη δεῖν δικαιολογεῖσθαι, μετὰ δὲ ταῦτα πάλιν ἀξιοῦν·

εἰ δὲ μηδʼ οὕτως πείθοιεν, τέλος οἷον ἐπιμαρτυρομένους εἴκειν καὶ τότε ποιεῖν τὸ παραγγελλόμενον. —

ὅτι τοιούτοις ἀπολογισμοῖς Ἀρίσταινος ἐχρῆτο πρὸς τοὺς Ἀχαιοὺς περὶ τῆς ἰδίας αἱρέσεως· ἔφη γὰρ οὐκ εἶναι δυνατὸν καὶ τὸ δόρυ καὶ τὸ κηρύκειον ἅμα προτεινομένους συνέχειν τὴν πρὸς Ῥωμαίους φιλίαν· "ἀλλʼ εἰ μὲν οἷοί τʼ ἐσμὲν ἀντοφθαλμεῖν καὶ δυνάμεθα τοῦτο ποιεῖν --- εἰ δὲ μηδʼ ὁ Φιλοποίμην εἰπεῖν τοῦτο τολμᾷ --- καιροῖς ἕνα Ῥωμαίοις,

διὰ τί ἀδυνάτων ὀρεγόμενοι τὰ δυνατὰ παρίεμεν;" δύο γὰρ ἔφη σκοποὺς εἶναι πάσης πολιτείας, τό τε καλὸν καὶ τὸ συμφέρον. οἷς μὲν οὖν ἐφικτός ἐστιν ἡ τοῦ καλοῦ κτῆσις, ταύτης ἀντέχεσθαι δεῖν τοὺς ὀρθῶς πολιτευομένους· οἷς δʼ ἀδύνατος, ἐπὶ τὴν τοῦ συμφέροντος μερίδα καταφεύγειν·

τὸ δʼ ἑκατέρων ἀποτυγχάνειν μέγιστον εἶναι τεκμήριον ἀβουλίας. πάσχειν δὲ τοῦτο προφανῶς τοὺς ἀπροφασίστως ὁμολογοῦντας μὲν πᾶν τὸ παραγγελλόμενον, ἀκουσίως δὲ τοῦτο πράττοντας καὶ μετὰ προσκοπῆς·

διόπερ ἢ τοῦτʼ εἶναι δεικτέον ὡς ἐσμὲν ἱκανοὶ πρὸς τὸ μὴ πειθαρχεῖν ἢ μηδὲ λέγειν τοῦτο τολμῶντας ὑπακουστέον ἑτοίμως εἶναι πᾶσι τοῖς παραγγελλομένοις.

ὁ δὲ Φιλοποίμην οὐκ ἐπὶ τοσοῦτον ἔφη δεῖν ἀμαθίαν αὑτοῦ καταγινώσκειν ὥστε μὴ δύνασθαι μετρεῖν μήτε τὴν διαφορὰν τοῦ πολιτεύματος τῶν Ῥωμαίων καὶ τῶν Ἀχαιῶν μήτε τὴν ὑπερβολὴν τῆς δυνάμεως "

ἀλλὰ πάσης ὑπεροχῆς φύσιν ἐχούσης ἀεὶ βαρύτερον χρῆσθαι τοῖς ὑποταττομένοις, πότερον" ἔφη "συμφέρει συνεργεῖν ταῖς ὁρμαῖς ταῖς τῶν κρατούντων καὶ μηθὲν ἐμποδὼν ποιεῖν, ἵνʼ ὡς τάχιστα πεῖραν λάβωμεν τῶν βαρυτάτων ἐπιταγμάτων ἢ τοὐναντίον, καθʼ ὅσον οἷοί τʼ ἐσμέν, συμπαλαίοντας προσαντέχειν ἐπὶ τοσοῦτον, ἐφʼ ὅσον μέλλομεν τελέως ---

--- κἂν ἐπιτάττωσιν --- καὶ τούτων ὑπομιμνήσκοντες αὐτοὺς ἐπιλαμβανώμεθα τῆς ὁρμῆς, παρακαθέξομεν ἐπὶ ποσὸν τὸ πικρὸν αὐτῶν τῆς ἐξουσίας, ἄλλως τε δὴ καὶ περὶ πλείονος ποιουμένων Ῥωμαίων ἕως γε τοῦ νῦν, ὡς αὐτὸς φής, Ἀρίσταινε, τὸ τηρεῖν τοὺς ὅρκους καὶ τὰς συνθήκας καὶ τὴν πρὸς τοὺς συμμάχους πίστιν.