Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

εἰς δὲ τὴν Ῥώμην παραγεγονότων τῶν πρεσβευτῶν παρά τε τῶν Λακεδαιμονίων καὶ τῶν ἐκ Λακεδαίμονος φυγάδων, ἔτι δὲ παρὰ τῶν Ἀχαιῶν, ἅμα δὲ καὶ τῶν παρʼ Εὐμένους καὶ παρʼ Ἀριαράθου τοῦ βασιλέως ἡκόντων καὶ τῶν παρὰ Φαρνάκου, τούτοις πρῶτον ἐχρημάτισεν ἡ σύγκλητος.

βραχεῖ δὲ χρόνῳ πρότερον ἀνηγγελκότων τῶν περὶ τὸν Μάρκον πρεσβευτῶν, οὓς ἀπεστάλκεισαν ἐπὶ τὸν Εὐμένει καὶ Φαρνάκῃ συνεστηκότα πόλεμον, καὶ διασεσαφηκότων περί τε τῆς Εὐμένους μετριότητος ἐν πᾶσιν καὶ περὶ τῆς Φαρνάκου πλεονεξίας καὶ καθόλου τῆς ὑπερηφανίας,

οὐκέτι πολλῶν προσεδεήθη λόγων ἡ σύγκλητος διακούσασα τῶν παραγεγονότων, ἀπεκρίθη δὲ διότι πάλιν πέμψει πρεσβευτὰς τοὺς φιλοτιμότερον ἐπισκεψομένους ὑπὲρ τῶν διαφερόντων τοῖς προειρημένοις.