Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἧκον δὲ καὶ Ῥόδιοι πρεσβεύοντες ὑπὲρ τῆς Σινωπέων ἀτυχίας.

τούτοις μὲν οὖν καὶ τοῖς παρʼ Εὐμένους καὶ Φαρνάκου πρεσβεύουσιν ἡ σύγκλητος ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς ἐπισκεψομένους περί τε Σινωπέων καὶ περὶ τῶν τοῖς βασιλεῦσιν ἀμφισβητουμένων.

τοῦ δὲ Κοΐντου Μαρκίου προσφάτως ἐκ τῆς Ἑλλάδος παραγεγονότος καὶ περί τε τῶν ἐν Μακεδονίᾳ καὶ περὶ τῶν ἐν Πελοποννήσῳ διασεσαφηκότος, οὐκέτι πολλῶν προσεδεήθη λόγων ἡ σύγκλητος,

ἀλλʼ εἰσκαλεσαμένη καὶ τοὺς ἀπὸ Πελοποννήσου καὶ Μακεδονίας πρεσβεύοντας διήκουσε μὲν τῶν λόγων, τάς γε μὴν ἀποκρίσεις ἔδωκε καὶ τὴν διάληψιν ἐποιήσατο τῶν πραγμάτων οὐ πρὸς τοὺς τῶν πρεσβευτῶν λόγους, ἀλλὰ πρὸς τὴν ἀποπρεσβείαν ἁρμοσαμένη τοῦ Μαρκίου.

ὃς ὑπὲρ μὲν τοῦ Φιλίππου τοῦ βασιλέως ἀπηγγέλκει διότι πεποίηκε μὲν τὰ προσταττόμενα, πεποίηκε δὲ τὰ πάντα βαρυνόμενος, καὶ καθότι λαβὼν καιρὸν πᾶν τι ποιήσει κατὰ Ῥωμαίων.

διὸ καὶ τοῖς μὲν παρὰ τοῦ Φιλίππου πρεσβευταῖς τοιαύτην ἔδωκε τὴν ἀπόκρισιν, διʼ ἧς ἐπὶ μὲν τοῖς γεγονόσιν ἐπῄνει τὸν Φίλιππον, εἰς δὲ τὸ λοιπὸν ᾤετο δεῖν προσέχειν αὐτὸν ἵνα μηδὲν ὑπεναντίον φαίνηται πράττων Ῥωμαίοις.

περὶ δὲ τῶν κατὰ Πελοπόννησον ὁ Μάρκιος τοιαύτην ἐπεποίητο τὴν ἀπαγγελίαν διότι, τῶν Ἀχαιῶν οὐ βουλομένων ἀναφέρειν οὐδὲν ἐπὶ τὴν σύγκλητον, ἀλλὰ φρονηματιζομένων καὶ πάντα διʼ ἑαυτῶν πράττειν ἐπιβαλλομένων,

ἐὰν παρακούσωσι μόνον αὐτῶν κατὰ τὸ παρὸν καὶ βραχεῖαν ἔμφασιν ποιήσωσιν δυσαρεστήσεως, ταχέως ἡ Λακεδαίμων τῇ Μεσσήνῃ συμφρονήσει.

τούτου δὲ γενομένου μετὰ μεγάλης χάριτος ἥξειν τοὺς Ἀχαιοὺς ἔφη καταπεφευγότας ἐπὶ Ῥωμαίους.

διότι τοῖς μὲν ἐκ τῆς Λακεδαίμονος ἀπεκρίθησαν τοῖς περὶ Σήριππον, βουλόμενοι μετέωρον ἐᾶσαι τὴν πόλιν, διότι πάντα πεποιήκασιν αὐτοῖς τὰ δυνατά, κατὰ δὲ τὸ παρὸν οὐ νομίζουσιν εἶναι τοῦτο τὸ πρᾶγμα πρὸς αὑτούς.

τῶν δʼ Ἀχαιῶν παρακαλούντων, εἰ μὲν δυνατόν ἐστιν, βοήθειαν αὐτοῖς πέμψαι κατὰ τὴν συμμαχίαν ἐπὶ τοὺς Μεσσηνίους, εἰ δὲ μή, προνοηθῆναι γʼ ἵνα μηθεὶς τῶν ἐξ Ἰταλίας μήθʼ ὅπλα μήτε σῖτον εἰς τὴν Μεσσήνην εἰσαγάγῃ, τούτων μὲν οὐδενὶ προσεῖχον,

ἀπεκρίθησαν δὲ διότι οὐδʼ ἂν ὁ Λακεδαιμονίων ἢ Κορινθίων ἢ τῶν Ἀργείων ἀφίστηται δῆμος, οὐ δεήσει τοὺς Ἀχαιοὺς θαυμάζειν ἐὰν μὴ πρὸς αὐτοὺς ἡγῶνται.

ταύτην δὲ τὴν ἀπόκρισιν ἐκθέμενοι, κηρύγματος ἔχουσαν διάθεσιν τοῖς βουλομένοις ἕνεκεν Ῥωμαίων ἀφίστασθαι τῆς τῶν Ἀχαιῶν πολιτείας, λοιπὸν τοὺς πρεσβευτὰς παρακατεῖχον, καραδοκοῦντες τὰ κατὰ τὴν Μεσσήνην, πῶς προχωρήσει τοῖς Ἀχαιοῖς.

καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.

ὅτι τῷ βασιλεῖ Φιλίππῳ καὶ τῇ συμπάσῃ Μακεδονίᾳ κατὰ τοῦτον τὸν καιρὸν δεινή τις ἀρχὴ κακῶν ἐνέπεσε καὶ πολλῆς ἐπιστάσεως καὶ μνήμης ἀξία.

καθάπερ γὰρ ἂν εἰ δίκην ἡ τύχη βουλομένη λαβεῖν ἐν καιρῷ παρʼ αὐτοῦ πάντων τῶν ἀσεβημάτων καὶ παρανομημάτων ὧν εἰργάσατο κατὰ τὸν βίον, τότε παρέστησέ τινας ἐρινῦς καὶ ποινὰς καὶ προστροπαίους τῶν διʼ ἐκεῖνον ἠτυχηκότων·

οἳ συνόντες αὐτῷ καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν τοιαύτας ἔλαβον παρʼ αὐτοῦ τιμωρίας, ἕως οὗ τὸ ζῆν ἐξέλιπεν, ὡς καὶ πάντας ἀνθρώπους ὁμολογῆσαι διότι κατὰ τὴν παροιμίαν ἔστι Δίκης ὀφθαλμός, ἧς μηδέποτε δεῖ καταφρονεῖν ἀνθρώπους ὑπάρχοντας.

πρῶτον μὲν γὰρ αὐτῷ ταύτην παρεστήσαντο τὴν ἔννοιαν ὅτι δεῖ μέλλοντα πολεμεῖν πρὸς Ῥωμαίους ἐκ τῶν ἐπιφανεστάτων καὶ παραθαλαττίων πόλεων τοὺς μὲν πολιτικοὺς ἄνδρας μετὰ τέκνων καὶ γυναικῶν ἀναστάτους ποιήσαντα μεταγαγεῖν εἰς τὴν νῦν μὲν Ἠμαθίαν, τὸ δὲ παλαιὸν Παιονίαν προσαγορευομένην,