Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τὸ δὲ συνέχον, ἐδεδίει περὶ τῆς ἀρχῆς, μὴ πρεσβύτερος ὢν ἐξωσθῇ διὰ τὰς προειρημένας αἰτίας.

διὸ τούς τε φίλους ἔφθειρε τοὺς τοῦ Δημητρίου . —

ὅτι τῶν περὶ τὸν Κόιντον τὸν Μάρκιον πρεσβευσάντων εἰς Μακεδονίαν, ἀπέβη μὲν ἀπὸ τῶν ἐπὶ Θρᾴκης Ἑλληνίδων πόλεων ὁλοσχερῶς ὁ Φίλιππος καὶ τὰς φρουρὰς ἐξήγαγεν, ἀπέβη δὲ βαρυνόμενος καὶ στένων.

διωρθώσατο δὲ καὶ τἄλλα πάντα, περὶ ὧν οἱ Ῥωμαῖοι προσεπέταττον, βουλόμενος ἐκείνοις μὲν μηδεμίαν ἔμφασιν ποιεῖν ἀλλοτριότητος, λαμβάνειν δʼ ἀναστροφὴν πρὸς τὰς εἰς τὸν πόλεμον παρασκευάς.

τηρῶν δὲ τὴν προκειμένην ὑπόθεσιν, ἐξῆγε στρατιὰν ἐπὶ τοὺς βαρβάρους.

διελθὼν δὲ διὰ μέσης τῆς Θρᾴκης ἐνέβαλεν εἰς Ὀδρύσας καὶ Βέσσους καὶ Δενθηλήτους.

παραγενόμενος δʼ ἐπὶ τὴν προσαγορευομένην Φιλίππου πόλιν, φυγόντων τῶν ἐνοικούντων εἰς τὰς ἀκρωρείας, ἐξ ἐφόδου κατέσχε τὴν πόλιν.

μετὰ δὲ ταῦτα πᾶν τὸ πεδίον ἐπιδραμὼν καὶ τοὺς μὲν ἐκπορθήσας, παρʼ ὧν δὲ πίστεις λαβών, ἐπανῆλθε, φρουρὰν καταλιπὼν ἐν τῇ Φιλίππου πόλει.

ταύτην δὲ συνέβη μετά τινα χρόνον ἐκπεσεῖν ὑπὸ τῶν Ὀδρυσῶν, ἀθετησάντων τὰς πρὸς τὸν βασιλέα πίστεις.

ὅτι κατὰ τὸ δεύτερον ἔτος ἡ σύγκλητος, παραγενομένων πρέσβεων παρʼ Εὐμένους καὶ Φαρνάκου καὶ Φιλίππου καὶ παρὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους, ἔτι δὲ παρὰ τῶν ἐκ τῆς Λακεδαίμονος ἐκπεπτωκότων καὶ παρὰ τῶν κατεχόντων τὴν πόλιν, ἐχρημάτισε τούτοις.

ἧκον δὲ καὶ Ῥόδιοι πρεσβεύοντες ὑπὲρ τῆς Σινωπέων ἀτυχίας.

τούτοις μὲν οὖν καὶ τοῖς παρʼ Εὐμένους καὶ Φαρνάκου πρεσβεύουσιν ἡ σύγκλητος ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς ἐπισκεψομένους περί τε Σινωπέων καὶ περὶ τῶν τοῖς βασιλεῦσιν ἀμφισβητουμένων.