Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ τὸ μὲν πεποιηκέναι τὸ προσταχθὲν ὑπὸ Ῥωμαίων ἔφασκεν, ἢ τὴν αἰτίαν τοῦ μὴ πεπρᾶχθαι τοῖς ἐγκαλοῦσιν ἀνετίθει.

προσέκειτο δὲ πρὸς ταῖς πλείσταις ἀποφάσεσι "καίτοι οὐκ ἴσως χρησαμένων ἡμῖν τῶν πρεσβευτῶν τῶν περὶ Καικίλιον ἐν τούτοισ" καὶ πάλιν "καίτοι γε οὐ δικαίως ἡμῶν ταῦτα πασχόντων".

τοιαύτης δʼ οὔσης τῆς Φιλίππου γνώμης ἐν πάσαις ταῖς ἀποφάσεσι, διακούσασα τῶν παραγεγονότων ἡ σύγκλητος μίαν ἐποιήσατο περὶ πάντων διάληψιν.

ἀποδεξαμένη γὰρ τὸν Δημήτριον μεγαλομερῶς καὶ φιλανθρώπως διὰ τοῦ στρατηγοῦ, πολλοὺς καὶ παρακλητικοὺς πρὸς αὐτὸν διαθεμένη λόγους, ἀπόκρισιν ἔδωκε διότι περὶ πάντων καὶ τῶν εἰρημένων ὑπʼ αὐτοῦ καὶ τῶν ἀνεγνωσμένων Δημητρίῳ πιστεύει διότι τὰ μὲν γέγονε, τὰ δʼ ἔσται, καθάπερ δίκαιόν ἐστι γίνεσθαι.

ἵνα δὲ καὶ Φίλιππος εἰδῇ διότι τὴν χάριν ταύτην ἡ σύγκλητος Δημητρίῳ δίδωσιν, ἐξαποστελεῖν ἔφη πρεσβευτὰς ἐποψομένους εἰ γίνεται πάντα κατὰ τὴν τῆς συγκλήτου βούλησιν, ἅμα δὲ διασαφήσοντας τῷ βασιλεῖ διότι τῆς συμπεριφορᾶς τυγχάνει ταύτης διὰ Δημήτριον.

καὶ ταῦτα μὲν τοιαύτης ἔτυχε διεξαγωγῆς.

μετὰ δὲ τούτους εἰσῆλθον οἱ παρʼ Εὐμένους πρέσβεις καὶ περί τε τῆς βοηθείας τῆς ἀποσταλείσης ὑπὸ τοῦ Φιλίππου τῷ Προυσίᾳ κατηγόρησαν καὶ περὶ τῶν ἐπὶ Θρᾴκης τόπων, φάσκοντες οὐδʼ ἔτι καὶ νῦν αὐτὸν ἐξαγηοχέναι τὰς φρουρὰς ἐκ τῶν πόλεων.

τοῦ δὲ Φιλοκλέους ὑπὲρ τούτων βουληθέντος ἀπολογεῖσθαι διὰ τὸ καὶ πρὸς τὸν Προυσίαν πεπρεσβευκέναι καὶ τότε περὶ τούτων ἐξαπεστάλθαι πρὸς τὴν σύγκλητον ὑπὸ τοῦ Φιλίππου,

βραχύν τινα χρόνον ἡ σύγκλητος ἐπιδεξαμένη τοὺς λόγους ἔδωκεν ἀπόκρισιν διότι, τῶν ἐπὶ Θρᾴκης τόπων ἐὰν μὴ καταλάβωσιν οἱ πρεσβευταὶ πάντα διῳκημένα κατὰ τὴν τῆς συγκλήτου γνώμην καὶ πάσας τὰς πόλεις εἰς τὴν Εὐμένους πίστιν ἐγκεχειρισμένας, οὐκέτι δυνήσεται φέρειν οὐδὲ καρτερεῖν παρακουομένη περὶ τούτων.

καὶ τῆς μὲν Φιλίππου καὶ Ῥωμαίων παρατριβῆς ἐπὶ πολὺ προβαινούσης ἐπίστασις ἐγενήθη κατὰ τὸ παρὸν διὰ τὴν τοῦ Δημητρίου παρουσίαν·

πρὸς μέντοι γε τὴν καθόλου τῆς οἰκίας ἀτυχίαν οὐ μικρὰ συνέβη τὴν εἰς τὴν Ῥώμην τοῦ νεανίσκου πρεσβείαν συμβαλέσθαι.

ἥ τε γὰρ σύγκλητος ἀπερεισαμένη τὴν χάριν ἐπὶ τὸν Δημήτριον ἐμετεώρισε μὲν τὸ μειράκιον, ἐλύπησε δὲ καὶ τὸν Περσέα καὶ τὸν Φίλιππον ἰσχυρῶς τῷ δοκεῖν μὴ διʼ αὐτούς, ἀλλὰ διὰ Δημήτριον τυγχάνειν τῆς παρὰ Ῥωμαίων φιλανθρωπίας.

ὅ τε Τίτος ἐκκαλεσάμενος τὸ μειράκιον καὶ προβιβάσας εἰς λόγους ἀπορρήτους, οὐκ ὀλίγα συνεβάλετο πρὸς τὴν αὐτὴν ὑπόθεσιν.

τόν τε γὰρ νεανίσκον ἐψυχαγώγησεν, ὡς αὐτίκα μάλα συγκατασκευασόντων αὐτῷ Ῥωμαίων τὴν βασιλείαν, τούς τε περὶ τὸν Φίλιππον ἠρέθισε, γράψας ἐξ αὐτῆς τὸν Δημήτριον ἀποστέλλειν πάλιν εἰς τὴν Ῥώμην μετὰ τῶν φίλων ὡς πλείστων καὶ χρησιμωτάτων.

ταύταις γὰρ ταῖς ἀφορμαῖς χρησάμενος ὁ Περσεὺς μετʼ ὀλίγον ἔπεισε τὸν πατέρα συγκαταθέσθαι τῷ Δημητρίου θανάτῳ.

περὶ μὲν οὖν τούτων ὡς ἐχειρίσθη τὰ κατὰ