Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐὰν μὲν τοὺς αἰτίους τῆς ἀποστάσεως καὶ τῆς Φιλοποίμενος ἀναιρέσεως ἤδη παραδῶσιν αὐτῷ, περὶ δὲ τῶν ἄλλων ἁπάντων ἐπιτροπὴν δῶσιν τοῖς Ἀχαιοῖς, εἰς δὲ τὴν ἄκραν εἰσδέξωνται παραχρῆμα φυλακήν.

ἀναγγελθέντων δὲ τούτων εἰς τοὺς ὄχλους, οἱ μὲν πάλαι πικρῶς διακείμενοι πρὸς τοὺς αἰτίους τοῦ πολέμου πρόθυμοι τούτους ἦσαν ἐκδιδόναι καὶ συλλαμβάνειν, οἱ δὲ πεπεισμένοι μηδὲν πείσεσθαι δεινὸν ὑπὸ τῶν Ἀχαιῶν ἑτοίμως συγκατέβαινον εἰς τὴν ὑπὲρ τῶν ὅλων ἐπιτροπήν.

τὸ δὲ συνέχον, οὐκ ἔχοντες αἵρεσιν περὶ τῶν παρόντων ὁμοθυμαδὸν ἐδέξαντο τὰ προτεινόμενα.