Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πάλιν δέ ποτε λόγον ἀπαιτοῦντός τινος ἐν τῷ συνεδρίῳ τῶν χρημάτων ὧν ἔλαβε παρʼ Ἀντιόχου πρὸ τῶν συνθηκῶν εἰς τὴν τοῦ στρατοπέδου μισθοδοσίαν, ἔχειν μὲν ἔφη τὸν λογισμόν, οὐ δεῖν δʼ αὐτὸν ὑποσχεῖν οὐδενὶ λόγον·

τοῦ δʼ ἐπικειμένου καὶ κελεύοντος φέρειν ἠξίωσε τὸν ἀδελφὸν ἐνεγκεῖν· κομισθέντος δὲ τοῦ βυβλίου, προτείνας αὐτὸ καὶ κατασπαράξας πάντων ὁρώντων τὸν μὲν ἀπαιτοῦντα τὸν λόγον ἐκ τούτων ζητεῖν ἐκέλευσε,

τοὺς δʼ ἄλλους ἤρετο πῶς τῶν μὲν τρισχιλίων ταλάντων τὸν λόγον ἐπιζητοῦσι πῶς ἐδαπανήθη καὶ διὰ τίνων, τῶν δὲ μυρίων καθόλου καὶ πεντακισχιλίων ὧν παρʼ Ἀντιόχου λαμβάνουσιν, οὐκέτι ζητοῦσι πῶς εἰσπορεύεται καὶ διὰ τίνων,