Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τὸ πλεῖον οὐ πρὸς χάριν, ἀλλὰ μετὰ παρρησίας πολιτευόμενος· ὃ σπανίως ἂν εὕροι τις γεγονός. —

ὅτι θαυμαστόν ἐστι καὶ μέγιστον σημεῖον γεγονέναι τῇ φύσει τὸν ἄνδρα τοῦτον ἡγεμονικὸν καὶ πολύ τι διαφέροντα τῶν ἄλλων πρὸς τὸν πραγματικὸν τρόπον·

ἑπτακαίδεκα γὰρ ἔτη μείνας ἐν τοῖς ὑπαίθροις πλεῖστά τʼ ἔθνη καὶ βάρβαρα διεξελθὼν καὶ πλείστοις ἀνδράσιν ἀλλοφύλοις καὶ ἑτερογλώττοις χρησάμενος συνεργοῖς πρὸς ἀπηλπισμένας καὶ παραδόξους ἐπιβολάς, ὑπʼ οὐθενὸς οὔτʼ ἐπεβουλεύθη τὸ παράπαν οὔτʼ ἐγκατελείφθη τῶν ἅπαξ αὐτῷ κοινωνησάντων καὶ δόντων ἑαυτοὺς εἰς χεῖρας. —