Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

κατὰ δὲ τὸν καιρὸν τοῦτον παραγενομένων πρεσβευτῶν ἐκ τῆς

Ῥώμης εἰς τὴν Κρήτην τῶν περὶ τὸν Ἄππιον χάριν τοῦ διαλῦσαι τὰς ἐνεστώσας αὐτοῖς πρὸς ἀλλήλους διαφοράς, καὶ ποιησαμένων λόγους ὑπὲρ τούτων ἐν τῇ Κνωσίων καὶ Γορτυνίων, πεισθέντες οἱ Κρηταιεῖς ἐπέτρεψαν τὰ καθʼ αὑτοὺς τοῖς περὶ τὸν Ἄππιον.

οἱ δὲ [πεισθέντες] Κνωσίοις μὲν ἀποκατέστησαν τὴν χώραν, Κυδωνιάταις δὲ προσέταξαν τοὺς μὲν ὁμήρους ἀπολαβεῖν, οὓς ἐγκατέλειπον δόντες τοῖς περὶ Χαρμίωνα πρότερον, τὴν δὲ Φαλάσαρναν ἀφεῖναι μηδὲν ἐξ αὐτῆς νοσφισαμένους.

περὶ δὲ τῶν κατὰ κοινοδίκιον συνεχώρησαν αὐτοῖς βουλομένοις μὲν [αὐτοῖς] ἐξεῖναι μετέχειν,

μὴ βουλομένοις δὲ καὶ τοῦτʼ ἐξεῖναι,

πάσης ἀπεχομένοις τῆς ἄλλης Κρήτης αὐτοῖς τε καὶ τοῖς ἐκ Φαλασάρνης φυγάσιν. ἀπέκτειναν τοὺς περὶ Μενοίτιον, ἐπιφανεστάτους ὄντας τῶν πολιτῶν.

βασιλέα καὶ θ?ε?ω?ν? α?ι?μ?α? τοῦτον λέγοντες καταχρώμενοι τ?ε?υ?ξ?ε?σ?θ?α?ι? τινος ἐλέους καὶ συγγνώμης ἐπὶ τῳ ---σασθαι τ?ο?ν? β?α?σ?ι?λεα --- ων γε μὴν καὶ βασιλικώτερος. --- ονων ων ἀθετηθῆναι γὰρ υ?φ? ε?τ?ε?ρων κ?ρ?ε?ι?τ?τ?ον ἦν ἢ πρότερον αὐτὸν ἀθετεῖν τὰς πίστεις καὶ μὴν ἀδικεῖσθαι μᾶλλον η --- και 〈ανου〉ς φασιν συμπάσχειν τοις αδικοις π--- ἔγγιστα τῆς θείας φυσεως εἶναι ---, --- νους τυγχάνειν τιμῶν η υ?π?--- θεὸς γὰρ οὐδεὶς πρότερος κακῶς ποιεῖ τοὺς ανους --- τα? του προς --- ς θαυμάζουσι μὲν πάντες Φίλιππον διὰ τὴν ορ

---ς μεγαλοψυχίαν ὅτι κακῶς οὐ μόνον ἀκούων, ἀλλὰ καὶ πάσχων ὑπʼ Ἀθηναίων, νικήσας αὐτοὺς τὴν περὶ Χαιρώνειαν μάχην τοσοῦτον ἀπέσχε τοῦ χρήσασθαι τῷ καιρῷ πρὸς τὴν κατὰ τῶν ἐχθρῶν βλάβην ὥστε τοὺς μὲν τεθνεῶτας τῶν Ἀθηναίων κηδεύσας ἔθαψε, τοὺς δʼ αἰχμαλώτους χωρὶς λύτρων προσαμφιέσας ἐξαπέστειλε τοῖς ἀναγκαίοις·

μιμοῦνται δʼ ἥκιστα τὴν τοιαύτην προαίρεσιν, ἁμιλλῶνται δὲ τοῖς θυμοῖς καὶ ταῖς τιμωρίαις πρὸς τούτους, οἷς πολεμοῦσι τούτων αὐτῶν ἕνεκα.

πλὴν ὅγε Πτολεμαῖος δήσας τοὺς ἀνθρώπους γυμνοὺς ταῖς ἁμάξαις εἷλκε καὶ μετὰ ταῦτα τιμωρησάμενος ἀπέκτεινεν. —

ὅτι Πτολεμαῖος ὁ βασιλεὺς Αἰγύπτου ὅτε τὴν Λύκων πόλιν ἐπολιόρκησε, καταπλαγέντες τὸ γεγονὸς οἱ δυνάσται τῶν Αἰγυπτίων ἔδωκαν σφᾶς αὐτοὺς εἰς τὴν τοῦ βασιλέως πίστιν.

οἷς κακῶς ἐχρή- σατο καὶ εἰς κινδύνους πολλοὺς ἐνέπεσεν.

παραπλήσιον δέ τι συνέβη καὶ κατὰ τοὺς καιρούς, ἡνίκα Πολυκράτης τοὺς ἀποστάτας ἐχειρώσατο.

οἱ γὰρ περὶ τὸν Ἀθίνιν καὶ Παυσίραν καὶ Χέσουφον καὶ τὸν Ἰρόβαστον, οἵπερ ἦσαν ἔτι διασῳζόμενοι τῶν δυναστῶν, εἴξαντες τοῖς πράγμασι παρῆσαν εἰς τὴν Σάιν, σφᾶς αὐτοὺς εἰς τὴν τοῦ βασιλέως ἐγχειρίζοντες πίστιν·