Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι Φίλιππος ὁ βασιλεύς, διαπεμψαμένων πρὸς αὐτὸν ἐκ τῆς Ῥώμης τῶν ἰδίων πρεσβευτῶν καὶ δηλούντων ὅτι δεήσει κατʼ ἀνάγκην ἀποβαίνειν ἀπὸ τῶν ἐπὶ Θρᾴκης πόλεων,

πυθόμενος ταῦτα καὶ βαρέως φέρων ἐπὶ τῷ δοκεῖν πανταχόθεν αὐτοῦ περιτέμνεσθαι τὴν ἀρχήν, ἐναπηρείσατο τὴν ὀργὴν εἰς τοὺς ταλαιπώρους Μαρωνείτας.

μεταπεμψάμενος γὰρ Ὀνόμαστον τὸν ἐπὶ Θρᾴκης τεταγμένον ἐκοινολογήθη τούτῳ περὶ τῆς πράξεως.

ὁ δʼ Ὀνόμαστος ἀναχωρήσας ἐξαπέστειλε Κάσσανδρον εἰς Μαρώνειαν, συνήθη τοῖς πολλοῖς ὑπάρχοντα διὰ τὸ ποιεῖσθαι τὸν πλείονα χρόνον ἐκεῖ τὴν διατριβήν,

ἅτε τοῦ Φιλίππου πάλαι τοὺς αὐλικοὺς ἐγκαθεικότος εἰς τὰς πόλεις ταύτας καὶ συνήθεις πεποιηκότος τοὺς ἐγχωρίους ταῖς τούτων παρεπιδημίαις.

μετὰ δέ τινας ἡμέρας ἑτοιμασθέντων τῶν Θρᾳκῶν, καὶ τούτων ἐπεισελθόντων διὰ τοῦ Κασσάνδρου νυκτός, ἐγένετο μεγάλη σφαγὴ καὶ πολλοὶ τῶν Μαρωνειτῶν ἀπέθανον.

κολασάμενος δὲ τῷ τοιούτῳ τρόπῳ τοὺς ἀντιπράττοντας ὁ Φίλιππος καὶ πληρώσας τὸν ἴδιον θυμόν, ἐκαραδόκει τὴν τῶν πρεσβευτῶν παρουσίαν [πεπεισμένος μηδένα τολμήσειν κατηγορήσειν αὐτοῦ διὰ τὸν φόβον].

μετὰ δέ τινα χρόνον παραγενομένων τῶν περὶ τὸν Ἄππιον καὶ ταχέως πυθομένων τὰ γεγονότα κατὰ τὴν Μαρώνειαν καὶ πικρῶς τῷ Φιλίππῳ μεμψιμοιρούντων ἐπὶ τούτοις, ἐβούλετο μὲν ἀπολογεῖσθαι,

φάσκων μὴ κεκοινωνηκέναι τῆς παρανομίας, ἀλλʼ αὐτοὺς ἐν αὑτοῖς στασιάζοντας Μαρωνείτας, [καὶ] τοὺς μὲν ἀποκλίνοντας πρὸς Εὐμένη κατὰ τὴν εὔνοιαν, τοὺς δὲ πρὸς ἑαυτόν, εἰς ταύτην ἐμπεπτωκέναι τὴν ἀτυχίαν.

καλεῖν δʼ ἐκέλευε κατὰ πρόσωπον, εἴ τις αὐτοῦ κατηγορεῖ.

τοῦτο δʼ ἐποίει πεπεισμένος μηδένα τολμήσειν διὰ τὸν φόβον, τῷ δοκεῖν τὴν μὲν ἐκ Φιλίππου τιμωρίαν ἐκ χειρὸς ἔσεσθαι τοῖς ἀντιπράξασιν, τὴν δὲ Ῥωμαίων ἐπικουρίαν μακρὰν ἀφεστάναι.

τῶν δὲ περὶ τὸν Ἄππιον οὐ φασκόντων προσδεῖσθαι δικαιολογίας, σαφῶς γὰρ εἰδέναι τὰ γεγονότα καὶ τὸν αἴτιον τούτων, εἰς ἀπορίαν ἐνέπιπτεν ὁ Φίλιππος.

καὶ τὴν μὲν πρώτην ἔντευξιν ἄχρι τού