Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἡ γενομένη δικαιολογία περὶ τούτων ἐπὶ Κοΐντου Καικιλίου περὶ τὰ Τέμπη. τὰ κριθέντα διὰ τῶν περὶ τὸν Καικίλιον.

κρίσις ἄλλη περὶ τῶν ἐπὶ Θρᾴκης πόλεων Φιλίππῳ πρὸς τοὺς παρʼ Εὐμένους πρεσβευτὰς καὶ τοὺς ἐκ Μαρωνείας φυγάδας, καὶ τὰ ῥηθέντα περὶ τούτων ἐν Θετταλονίκῃ καὶ τὰ δόξαντα τοῖς περὶ τὸν Καικίλιον.

ἡ γενομένη σφαγὴ διὰ Φιλίππου τοῦ βασιλέως ἐν Μαρωνείᾳ. παρουσία πρεσβευτῶν ἐκ Ῥώμης καὶ τὰ προσταχθέντα διὰ τούτων. αἰτίαι διʼ ἃς ἐγένετο Ῥωμαίοις πρὸς Περσέα πόλεμος.

κατὰ τὴν Πελοπόννησον πρεσβευτῶν παρουσία παρά τε Πτολεμαίου τοῦ βασιλέως καὶ παρὰ Εὐμένους καὶ παρὰ Σελεύκου.

καὶ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ὑπέρ τε τῆς πρὸς Πτολεμαῖον συμμαχίας καὶ τῶν δωρεῶν τῶν προτεινομένων αὐτοῖς ὑπὸ τῶν προειρημένων βασιλέων.

παρουσία Κοίντου Καικιλίου καὶ μέμψις ὑπὲρ τῶν κατὰ Λακεδαίμονα διῳκημένων.

ὡς Ἀρεὺς καὶ Ἀλκιβιάδης ὄντες τῶν ἀρχαίων φυγάδων ἐκ Λακεδαίμονος ἐπρέσβευσαν εἰς τὴν Ῥώμην καὶ κατηγορίαν ἐποιήσαντο Φιλοποίμενος καὶ τῶν Ἀχαιῶν.

θυαε εχ πολψβιι λιβρο χχιι. εχξερπενδα ετ τιτυλο ξονσταντινιανο περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς σιντ ινσερενδα.

ὅτι κατὰ τὴν ὀγδόην καὶ μ# ὀλυμπιάδα πρὸς ταῖς ρ# παρουσία ἐγένετο πρεσβευτῶν Ῥωμαίων εἰς Κλείτορα καὶ σύνοδος τῶν Ἀχαιῶν. καὶ οἱ ῥηθέντες ὑπὸ ἀμφοτέρων λόγοι περὶ τῶν κατὰ Λακεδαίμονα πραγμάτων καὶ τὰ δόξαντα τοῖς Ἀχαιοῖς. ταῦτα κεφαλαιωδῶς.

ὅτι μετὰ τὴν ἐν τῷ Κομπασίῳ τῶν ἀνθρώπων ἐπαναίρεσιν δυσαρεστήσαντές τινες τῶν ἐν τῇ Λακεδαίμονι τοῖς γεγονόσι καὶ νομίσαντες ὑπὸ τοῦ Φιλοποίμενος ἅμα τὴν δύναμιν καὶ τὴν προστασίαν καταλελύσθαι τὴν Λακεδαιμονίων, ἐλθόντες εἰς Ῥώμην κατηγορίαν ἐποιήσαντο τῶν διῳκημένων καὶ τοῦ Φιλοποίμενος.

καὶ τέλος ἐξεπορίσαντο γράμματα πρὸς τοὺς Ἀχαιοὺς παρὰ Μάρκου Λεπέδου τοῦ μετὰ ταῦτα γενηθέντος ἀρχιερέως, τότε δὲ τὴν ὕπατον ἀρχὴν εἰληφότος·

ὃς ἔγραφε τοῖς Ἀχαιοῖς, φάσκων οὐκ ὀρθῶς αὐτοὺς κεχειρικέναι τὰ κατὰ τοὺς Λακεδαιμονίους. ὧν πρεσβευόντων,

εὐθέως ὁ Φιλοποίμην πρεσβευτὰς καταστήσας τοὺς περὶ Νικόδημον τὸν Ἠλεῖον ἐξέπεμψεν εἰς τὴν Ῥώμην.

κατὰ δὲ τὸν καιρὸν τοῦτον ἧκε καὶ παρὰ Πτολεμαίου πρεσβευτὴς Δημήτριος Ἀθηναῖος, ἀνανεωσόμενος τὴν προϋπάρχουσαν συμμαχίαν τῷ βασιλεῖ πρὸς τὸ ἔθνος τῶν Ἀχαιῶν.

ὧν προθύμως ἀναδεξαμένων τὴν ἀνανέωσιν, κατεστάθησαν πρεσβευταὶ πρὸς Πτολεμαῖον Λυκόρτας ὁ παρʼ ἡμῶν πατὴρ καὶ Θεοδωρίδας καὶ Ῥωσιτέλης Σικυώνιοι χάριν τοῦ δοῦναι τοὺς ὅρκους ὑπὲρ τῶν Ἀχαιῶν καὶ λαβεῖν παρὰ τοῦ βασιλέως.

ἐγενήθη δέ τι κατὰ τὸν καιρὸν τοῦτον πάρεργον μὲν ἴσως, ἄξιον δὲ μνήμης. μετὰ γὰρ τὸ συντελεσθῆναι τὴν ἀνανέωσιν τῆς συμμαχίας, ὑπὲρ τῶν Ἀχαιῶν ὑπεδέξατο τὸν πρεσβευτὴν ὁ Φιλοποίμην·

γενομένης δὲ παρὰ τὴν συνουσίαν μνήμης τοῦ βασιλέως, ἐπιβαλὼν ὁ πρεσβευτὴς πολλούς τινας διετίθετο λόγους ἐγκωμιάζων τὸν Πτολεμαῖον καί τινας ἀποδείξεις προεφέρετο τῆς τε περὶ τὰς κυνηγίας εὐχερείας καὶ τόλμης, ἑξῆς τε τῆς περὶ τοὺς ἵππους καὶ τὰ ὅπλα δυνάμεως καὶ τῆς ἐν τούτοις ἀσκήσεως.

τελευταίῳ δʼ ἐχρήσατο μαρτυρίῳ πρὸς πίστιν τῶν εἰρημένων· ἔφη γὰρ αὐτὸν κυνηγετοῦντα ταῦρον βαλεῖν ἀφʼ ἵππου μεσαγκύλῳ. —